Φιλοκλέων
560 εἶτ’ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς
561 ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα ,
562 ἀλλ’ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν .
563 φέρ’ ἴδω , τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ’ ἐνταῦθα δικαστῇ ;
564 οἱ μέν γ’ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
565 κακὰ πρὸς τοῖς οὖσιν , ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν ·
566 οἱ δὲ λέγουσιν μύθους ἡμῖν , οἱ δ’ Αἰσώπου τι γέλοιον ·
567 οἱ δὲ σκώπτουσ’ , ἵν’ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι .
568 κἂν μὴ τούτοις ἀναπειθώμεσθα , τὰ παιδάρι’ εὐθὺς ἀνέλκει
569 τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός , ἐγὼ δ’ ἀκροῶμαι ·
570 τὰ δὲ συγκύψανθ’ ἅμα βληχᾶται · κἄπειθ’ πατὴρ ὑπὲρ αὐτῶν
571 ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι ·
572 " εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ , παιδὸς φωνὴν ἐλεήσαις · "
573 εἰ δ’ αὖ τοῖς χοιριδίοις χαίρω , θυγατρὸς φωνῇ με πιθέσθαι .
574 χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ’ ἀνεῖμεν .
575 ἆρ’ οὐ μεγάλη τοῦτ’ ἔστ’ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη ;