Φιλοκλέων
548 καὶ μὴν εὐθύς γ’ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
549 τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας .
550 τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ ,
551 τρυφερώτερον δεινότερον ζῷον , καὶ ταῦτα γέροντος ;
552 ὃν πρῶτα μὲν ἕρποντ’ ἐξ εὐνῆς τηροῦσ’ ἐπὶ τοῖσι δρυφάκτοις
553 ἄνδρες μεγάλοι καὶ τετραπήχεις · κἄπειτ’ εὐθὺς προσιόντι
554 ἐμβάλλει μοι τὴν χεῖρ’ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν ·
555 ἱκετεύουσίν θ’ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες ·
556 ’ο’ἴκτιρόν μ’ πάτερ , αἰτοῦμαί σ’ , εἰ καὐτὸς πώποθ’ ὑφείλου
557 ἀρχὴν ἄρξας ’πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων ·
558 ὃς ἔμ’ οὐδ’ ἂν ζῶντ’ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν .
Βδελυκλέων
559 τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι .