Μνησίλοχος
540 μὴ δῆτα τόν γε χοῖρον γυναῖκες . εἰ γὰρ οὔσης
541 παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί ,
542 εἶτ’ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια ,
543 διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ’ ὑμῶν ;
Γυνὴ
544 οὐ γάρ σε δεῖ δοῦναι δίκην ; ἥτις μόνη τέτληκας
545 ὑπὲρ ἀνδρὸς ἀντειπεῖν , ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
546 ἐπίτηδες εὑρίσκων λόγους , ὅπου γυνὴ πονηρὰ
547 ἐγένετο , Μελανίππας ποιῶν Φαίδρας τε · Πηνελόπην δὲ
548 οὐπώποτ’ ἐποίησ’ , ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι .
Μνησίλοχος
549 ἐγὼ γὰρ οἶδα ταἴτιον . Μίαν γὰρ οὐκ ἂν εἴποις
550 τῶν νῦν γυναικῶν Πηνελόπην , Παίδρας δ’ ἁπαξαπάσας .
Γυνὴ
551 ἀκούετ’ γυναῖκες οἷ’ εἴρηκεν πανοῦργος
552 ἡμᾶς ἁπάσας αὖθις αὖ .
Μνησίλοχος
καὶ νὴ Δί’ οὐδέπω γε
553 εἴρηχ’ ὅσα ξύνοιδ’ · ἐπεὶ βούλεσθε πλείον’ εἴπω ;
Γυνὴ
554 ἀλλ’ οὐκ ἂν ἔτ’ ἔχοις · ὅσα γὰρ ᾔδησθ’ ἐξέχεας ἅπαντα .
Μνησίλοχος
555 μὰ Δί’ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν .
556 ἐπεὶ τάδ’ οὐκ εἴρηχ’ , ὁρᾷς , ὡς στλεγγίδας λαβοῦσαι
557 ἔπειτα σιφωνίζομεν τὸν οἶνον .
Γυνὴ
ἐπιτριβείης .