Χορός
520 τουτὶ μέντοι θαυμαστόν ,
521 ὁπόθεν ηὑρέθη τὸ χρῆμα ,
522 χἤτις ἐξέθρεψε χώρα
523 τήνδε τὴν θρασεῖαν οὕτω .
524 τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525 κατὰ τὸ φανερὸν ὧδ’ ἀναιδῶς
526 οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
527 οὐδὲ τολμῆσαί ποτ’ ἄν .
528 ἀλλ’ ἅπαν γένοιτ’ ἂν ἤδη ·
529 τὴν παροιμίαν δ’ ἐπαινῶ
529a τὴν παλαιάν · ὑπὸ λίθῳ γὰρ
530 παντί νου χρὴ
530a μὴ δάκῃ ῥητωρ ἀθρεῖν .
531 ἀλλ’ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
532 οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρ’ εἰ γυναῖκες .
Γυνὴ
533 οὔ τοι μὰ τὴν Ἄγλαυρον γυναῖκες εὖ φρονεῖτε ,
534 ἀλλ’ πεφάρμαχθ’ κακόν τι μέγα πεπόνθατ’ ἄλλο ,
535 ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
536 ἡμᾶς ἁπάσας . εἰ μὲν οἶν τις ἔστιν · εἰ δὲ μή , ἡμεῖς
537 αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
538 ταύτης ἀποψιλώσομεν τὸν χοῖρον , ἵνα διδαχθῇ
539 γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν .