Διόνυσος
1180 ἴθι δὴ λέγ’ · οὐ γάρ μοὔστιν ἀλλ’ ἀκουστέα
1181 τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν .
Εὐριπίδης
1182 ʹ ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ ʹ
Αἰσχύλος
1183 μὰ τὸν Δί’ οὐ δῆτ’ , ἀλλὰ κακοδαίμων φύσει ,
1184 ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1185 ἀποκτενεῖν τὸν πατέρα , πρὶν καὶ γεγονέναι ·
1186 πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ ;
Εὐριπίδης
1187 ʹ εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν . ʹ
Αἰσχύλος
1188 μὰ τὸν Δί’ οὐ δῆτ’ , οὐ μὲν οὖν ἐπαύσατο .
1189 πῶς γάρ ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190 χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ ,
1191 ἵνα μὴ ’κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς ·
1192 εἶθ’ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε ·
1193 ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
1194 καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα ·
1195 εἶτ’ ἐξετύφλωσεν αὑτόν .
Διόνυσος
εὐδαίμων ἄρ’ ἦν ,
1196 εἰ κἀστρατήγησέν γε μετ’ Ἐρασινίδου .
Εὐριπίδης
1197 ληρεῖς · ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ .