Εὐριπίδης
1140 τῷ τοῦ πατρὸς τεθνεῶτος ;
Αἰσχύλος
οὐκ ἄλλως λέγω .
Εὐριπίδης
1141 πότερ’ οὖν τὸν Ἑρμῆν , ὡς πατὴρ ἀπώλετο
1142 αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
1143 δόλοις λαθραίοις , ταῦτ’ ʹ ἐποπτεύειν ʹ ἔφη ;
Αἰσχύλος
1144 οὐ δῆτ’ ἐκεῖνον , ἀλλὰ τὸν Ἐριούνιον
1145 Ἑρμῆν χθόνιον προσεῖπε , κἀδήλου λέγων
1146 ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας
Εὐριπίδης
1147 ἔτι μεῖζον ἐξήμαρτες ’γὼ ’βουλόμην ·
1148 εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας
Διόνυσος
1149 οὕτω γ’ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος .
Αἰσχύλος
1150 Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν .
Διόνυσος
1151 λέγ’ ἕτερον αὐτῷ · σὺ δ’ ἐπιτήρει τὸ βλάβος .
Αἰσχύλος
1152 ʹ σωτὴρ γενοῦ μοι σύμμαχός τ’ αἰτουμένῳ .
1153 ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι ʹ
Εὐριπίδης
1154 δὶς ταὐτὸν ἡμῖν εἶπεν σοφὸς Αἰσχύλος .
Διόνυσος
1155 πῶς δίς ;
Εὐριπίδης
σκόπει τὸ ῥῆμ’ · ἐγὼ δέ σοι φράσω .
1156 ʹ ἥκω γὰρ ἐς γῆν , ʹ φησί , ʹ καὶ κατέρχομαι · ʹ
1157 ʹ ἥκω ʹ δὲ ταὐτόν ἐστι τῷ ʹ κατέρχομαι . ʹ
Διόνυσος
1158 νὴ τὸν Δί’ ὥσπερ γ’ εἴ τις εἴποι γείτονι ,
1159 ʹ χρῆσον σὺ μάκτραν , εἰ δὲ βούλει , κάρδοπον . ʹ