Ξανθίας
526 τί δ’ ἔστιν ; οὔ τι πού μ’ ἀφελέσθαι διανοεῖ
527 ἅδωκας αὐτός ;
Διόνυσος
οὐ τάχ’ , ἀλλ’ ἤδη ποιῶ .
528 κατάθου τὸ δέρμα .
Ξανθίας
ταῦτ’ ἐγὼ μαρτύρομαι
529 καὶ τοῖς θεοῖσιν ἐπιτρέπω .
Διόνυσος
ποίοις θεοῖς ;
530 τὸ δὲ προσδοκῆσαί σ’ οὐκ ἀνόητον καὶ κενὸν
531 ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει ;
Ξανθίας
532 ἀμέλει καλῶς · ἔχ’ αὔτ’ . ἴσως γάρ τοί ποτε
533 ἐμοῦ δεηθείης ἄν , εἰ θεὸς θέλοι .
Χορός
534 ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
534b νοῦν ἔχοντος καὶ φρένας καὶ
535 πολλὰ περιπεπλευκότος ,
536 μετακυλίνδειν αὑτὸν ἀεὶ
537 πρὸς τὸν εὖ πράττοντα τοῖχον
537b μᾶλλον γεγραμμένην
538 εἰκόν’ ἑστάναι , λαβόνθ’ ἓν
539 σχῆμα · τὸ δὲ μεταστρέφεσθαι
539b πρὸς τὸ μαλθακώτερον
540 δεξιοῦ πρὸς ἀνδρός ἐστι
540b καὶ φύσει Θηραμένους .
Διόνυσος
541 οὐ γὰρ ἂν γέλοιον ἦν , εἰ
542 Ξανθίας μὲν δοῦλος ὢν ἐν
543 στρώμασιν Μιλησίοις
543b ἀνατετραμμένος κυνῶν ὀρ -
544 χηστρίδ’ εἶτ’ ᾔτησεν ἀμίδ’ , ἐγὼ
544b δὲ πρὸς τοῦτον βλέπων
545 τοὐρεβίνθου ’δραττόμην , οὗ -
546 τος δ’ ἅτ’ ὢν αὐτὸς πανοῦργος
547 εἶδε , κᾆτ’ ἐκ τῆς γνάθου
547b πὺξ πατάξας μοὐξέκοψε
548 τοῦ χοροῦ τοὺς προσθίους ;