Διόνυσος
135 οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην .
Ἡρακλῆς
τί δαί ;
Διόνυσος
136 ἥνπερ σὺ τότε κατῆλθες .
Ἡρακλῆς
ἀλλ’ πλοῦς πολύς .
137 εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
138 ἄβυσσον .
Διόνυσος
εἶτα πῶς περαιωθήσομαι ;
Ἡρακλῆς
139 ἐν πλοιαρίῳ τυννουτῳί σ’ ἀνὴρ γέρων
140 ναύτης διάξει δύ’ ὀβολὼ μισθὸν λαβών .
Διόνυσος
141 φεῦ ,
ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ ὀβολώ .
142 πῶς ἠλθέτην κἀκεῖσε ;
Ἡρακλῆς
Θησεὺς ἤγαγεν .
143 μετὰ ταῦτ’ ὄφεις καὶ θηρί’ ὄψει μυρία
144 δεινότατα .
Διόνυσος
μή μ’ ἔκπληττε μηδὲ δειμάτου ·
145 οὐ γάρ μ’ ἀποτρέψεις .
Ἡρακλῆς
εἶτα βόρβορον πολὺν
146 καὶ σκῶρ ἀείνων · ἐν δὲ τούτῳ κειμένους ,
147 εἴ που ξένον τις ἠδίκησε πώποτε ,
148 παῖδα κινῶν τἀργύριον ὑφείλετο ,
149 μητέρ’ ἠλόασεν , πατρὸς γνάθον
150 ἐπάταξεν , ’πίορκον ὅρκον ὤμοσεν ,
151 Μορσίμου τις ῥῆσιν ἐξεγράψατο .
Διόνυσος
152 νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
153 τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου .