Φειδιππίδης
1399 ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν ,
1400 καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι .
1401 ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον ,
1402 οὐδ’ ἂν τρί’ εἰπεῖν ῥήμαθ’ οἷός τ’ ἦν πρὶν ἐξαμαρτεῖν ·
1403 νυνὶ δ’ ἐπειδή μ’ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός ,
1404 γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις ,
1405 οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν .
Στρεψιάδης
1406 ἵππευε τοίνυν νὴ Δί’ , ὡς ἔμοιγε κρεῖττόν ἐστιν
1407 ἵππων τρέφειν τέθριππον τυπτόμενον ἐπιτριβῆναι .