Δίκαιος
1020a τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι ,
1021 τὸ καλὸν δ’ αἰσχρόν ·
1022 καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
1023 καταπυγοσύνης ἀναπλήσει .
Χορός
1024 καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν ,
1025 ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος .
1029 εὐδαίμονες δ’ ἦσαν ἄρ’ οἱ ζῶντες τότ’ ἐπὶ
1030 τῶν προτέρων · πρὸς τάδε σ’ κομψοπρεπῆ μοῦσαν ἔχων ,
1031 δεῖ σε λέγειν τι καινόν , ὡς ηὐδοκίμηκεν ἁνήρ .
1034 δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν ,
1035 εἴπερ τὸν ἄνδρ’ ὑπερβαλεῖ καὶ μὴ γέλωτ’ ὀφλήσεις .