Χορός
572 οἳ πετόμεσθα πτέρυγάς τ’ ἔχομεν ;
Πισθέταιρος
ληρεῖς · καὶ νὴ Δί’ γ’ Ἑρμῆς
573 πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ , κἄλλοι γε θεοὶ πάνυ πολλοί .
574 αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί’ Ἔρως γε ·
575 Ἥρην δέ γ’ Ὅμηρος ἔφασκ’ ἰκέλην εἶναι τρήρωνι πελείῃ .
Ἐυελπίδης
576 Ζεὺς δ’ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν ;
Πισθέταιρος
577 ἢν δ’ οὖν ὑμᾶς μὲν ὑπ’ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν ,
578 τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν
579 καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ’ αὐτῶν ἀνακάψαι ·
580 κἄπειτ’ αὐτοῖς Δημήτηρ πυροὺς πεινῶσι μετρείτω .
Ἐυελπίδης
581 οὐκ ἐθελήσει μὰ Δί’ , ἀλλ’ ὄψει προφάσεις αὐτὴν παρέχουσαν .
Πισθέταιρος
582 οἱ δ’ αὖ κόρακες τῶν ζευγαρίων , οἷσιν τὴν γῆν καταροῦσιν ,
583 καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ ·
584 εἶθ’ γ’ Ἀπόλλων ἰατρός γ’ ὢν ἰάσθω · μισθοφορεῖ δέ .
Ἐυελπίδης
585 μὴ πρίν γ’ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ’ ἀποδῶμαι .
Πισθέταιρος
586 ἢν δ’ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ ,
587 ἀγάθ’ αὐτοῖσιν πάντα παρέσται .
Ἔποψ
λέγε δή μοι τῶν ἀγαθῶν ἕν .