Πισθέταιρος
554 κἄπειτ’ ἢν τοῦτ’ ἐπανεστήκῃ , τὴν ἀρχὴν τὸν Δί’ ἀπαιτεῖν ·
555 κἂν μὲν μὴ φῇ μηδ’ ἐθελήσῃ μηδ’ εὐθὺς γνωσιμαχήσῃ ,
556 ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ , καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
557 διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν ,
558 ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
559 καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας · ἤνπερ δ’ ἐπίωσ’ , ἐπιβάλλειν
560 σφραγῖδ’ αὐτοῖς ἐπὶ τὴν ψωλήν , ἵνα μὴ βινῶσ’ ἔτ’ ἐκείνας .
561 τοῖς δ’ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω ,
562 ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν ,
563 κἄπειτα θεοῖς ὕστερον αὖθις · προσνείμασθαι δὲ πρεπόντως
564 τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ’ ἕκαστον ·
565 ἢν Ἀφροδίτῃ θύῃ , πυροὺς ὄρνιθι φαληρίδι θύειν ·
566 ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ , νήττῃ πυροὺς καθαγίζειν ·
567 ἢν δ’ Ἡρακλέει θύῃ τι , λάρῳ ναστοὺς θύειν μελιτοῦντας ·
568 κἂν Διὶ θύῃ βασιλεῖ κριόν , βασιλεύς ἐστ’ ὀρχίλος ὄρνις ,
569 προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν .
Ἐυελπίδης
570 ἥσθην σέρφῳ σφαγιαζομένῳ . βροντάτω νῦν μέγας Ζάν .
Χορός
571 καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς ,