Ἄτοσσα
738 ναί · λόγος κρατεῖ σαφηνὴς τοῦτό γ’ , οὐδ’ ἔνι στάσις .
Δαρεῖος
739 φεῦ , ταχεῖά γ’ ἦλθε χρησμῶν πρᾶξις , ἐς δὲ παῖδ’ ἐμὸν
740 Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων · ἐγὼ δέ που
741 διὰ μακροῦ χρόνου τάδ’ ηὔχουν ἐκτελευτήσειν θεούς ·
742 ἀλλ’ ὅταν σπεύδῃ τις αὐτός , χὠ θεὸς συνάπτεται .
743 νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις .
744 παῖς δ’ ἐμὸς τάδ’ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει ·
745 ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
746 ἤλπισε σχήσειν ῥέοντα , Βόσπορον ῥόον θεοῦ ·
747 καὶ πόρον μετερρύθμιζε , καὶ πέδαις σφυρηλάτοις
748 περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ ,
749 θνητὸς ὢν θεῶν τε πάντων ᾤετ’ , οὐκ εὐβουλίᾳ ,
750 καὶ Ποσειδῶνος κρατήσειν . πῶς τάδ’ οὐ νόσος φρενῶν
751 εἶχε παῖδ’ ἐμόν ; δέδοικα μὴ πολὺς πλούτου πόνος
752 οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή .