Ἄτοσσα
724 ὧδ’ ἔχει · γνώμης δέ πού τις δαιμόνων ξυνήψατο .
Δαρεῖος
725 φεῦ , μέγας τις ἦλθε δαίμων , ὥστε μὴ φρονεῖν καλῶς .
Ἄτοσσα
726 ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν .
Δαρεῖος
727 καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ’ ἐπιστενάζετε ;
Ἄτοσσα
728 ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν .
Δαρεῖος
729 ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί ;
Ἄτοσσα
730 πρὸς τάδ’ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει .
Δαρεῖος
731 πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ .
Ἄτοσσα
732 Βακτρίων δ’ ἔρρει πανώλης δῆμος , οὐδέ τις γέρων .
Δαρεῖος
733 μέλεος , οἵαν ἄρ’ ἥβην ξυμμάχων ἀπώλεσεν .
Ἄτοσσα
734 μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα
Δαρεῖος
735 πῶς τε δὴ καὶ ποῖ τελευτᾶν ; ἔστι τις σωτηρία ;
Ἄτοσσα
736 ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν .
Δαρεῖος
737 καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε , τοῦτ’ ἐτήτυμον ;