Ἄτοσσα
753 ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
754 θούριος Ξέρξης · λέγουσι δ’ ὡς σὺ μὲν μέγαν τέκνοις
755 πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ , τὸν δ’ ἀνανδρίας ὕπο
756 ἔνδον αἰχμάζειν , πατρῷον δ’ ὄλβον οὐδὲν αὐξάνειν .
757 τοιάδ’ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
758 τήνδ’ ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ ἐφ’ Ἑλλάδα .