Χορός
898 καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου ;
Ἀθηνᾶ
899 ἔξεστι γάρ μοι μὴ λέγειν μὴ τελῶ .
Χορός
900 θέλξειν μ’ ἔοικας καὶ μεθίσταμαι κότου .
Ἀθηνᾶ
901 τοιγὰρ κατὰ χθόν’ οὖσ’ ἐπικτήσῃ φίλους .
Χορός
902 τί οὖν μ’ ἄνωγας τῇδ’ ἐφυμνῆσαι χθονί ;
Ἀθηνᾶ
903 ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα ,
904 καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
905 ἐξ οὐρανοῦ τε · κἀνέμων ἀήματα
906 εὐηλίως πνέοντ’ ἐπιστείχειν χθόνα ·
907 καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
908 ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ ,
909 καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν .
910 τῶν εὐσεβούντων δ’ ἐκφορωτέρα πέλοις .
911 στέργω γάρ , ἀνδρὸς φιτυποίμενος δίκην ,
912 τὸ τῶν δικαίων τῶνδ’ ἀπένθητον γένος .
913 τοιαῦτα σοὔστι . τῶν ἀρειφάτων δ’ ἐγὼ
914 πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915 τήνδ’ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν .