Ἀθηνᾶ
881 οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά ,
882 ὡς μήποτ’ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
883 θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
884 ἄτιμος ἔρρειν τοῦδ’ ἀπόξενος πέδου .
885 ἀλλ’ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας ;
886 γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον ,
887 σὺ δ’ οὖν μένοις ἄν · εἰ δὲ μὴ θέλεις μένειν ,
888 οὔ τἂν δικαίως τῇδ’ ἐπιρρέποις πόλει
889 μῆνίν τιν’ κότον τιν’ βλάβην στρατῷ .
890 ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
891 εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ .
Χορός
892 ἄνασσ’ Ἀθάνα , τίνα με φὴς ἔχειν ἕδραν ;
Ἀθηνᾶ
893 πάσης ἀπήμον’ οἰζύος · δέχου δὲ σύ .
Χορός
894 καὶ δὴ δέδεγμαι · τίς δέ μοι τιμὴ μένει ;
Ἀθηνᾶ
895 ὡς μή τιν’ οἶκον εὐθενεῖν ἄνευ σέθεν .
Χορός
896 σὺ τοῦτο πράξεις , ὥστε με σθένειν τόσον ;
Ἀθηνᾶ
897 τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν .