Ἀπόλλων
625 οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
626 διοσδότοις σκήπτροισι τιμαλφούμενον ,
627 καὶ ταῦτα πρὸς γυναικός , οὔ τι θουρίοις
628 τόξοις ἑκηβόλοισιν , ὥστ’ Ἀμαζόνος ,
629 ἀλλ’ ὡς ἀκούσῃ , Παλλὰς οἵ τ’ ἐφήμενοι
630 ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι .
631 ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
632 { τὰ πλεῖστ’ ἄμεινον εὔφροσιν δεδεγμένη , }
633 { δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι }
634 { φᾶρος περεσκήνωσεν } , ἐν δ’ ἀτέρμονι
635 κόπτει πεδήσασ’ ἄνδρα δαιδάλῳ πέπλῳ .
636 ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
637 τοῦ παντοσέμνου , τοῦ στρατηλάτου νεῶν .
638 ταύτην τοιαύτην εἶπον , ὡς δηχθῇ λεώς ,
639 ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην .
Χορός
640 πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ ·
641 αὐτὸς δ’ ἔδησε πατέρα πρεσβύτην Κρόνον .
642 πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις ;
643 ὑμᾶς δ’ ἀκούειν ταῦτ’ ἐγὼ μαρτύρομαι .