Ἀθηνᾶ
432 ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω .
Χορός
433 ἀλλ’ ἐξέλεγχε , κρῖνε δ’ εὐθεῖαν δίκην .
Ἀθηνᾶ
434 κἀπ’ ἐμοὶ τρέποιτ’ ἂν αἰτίας τέλος ;
Χορός
435 πῶς δ’ οὔ ; σέβουσαί γ’ ἀξίαν κἀπ’ ἀξίων .
Ἀθηνᾶ
436 τί πρὸς τάδ’ εἰπεῖν , ξέν’ , ἐν μέρει θέλεις ;
437 λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
438 τὰς σάς , ἔπειτα τόνδ’ ἀμυναθοῦ ψόγον ·
439 εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440 ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
441 σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος .
442 τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι .