Ἀπόλλων
213 κάρτ’ ἄτιμα καὶ παρ’ οὐδὲν εἰργάσω
214 Ἥρας τελείας καὶ Διὸς πιστώματα .
215 Κύπρις δ’ ἄτιμος τῷδ’ ἀπέρριπται λόγῳ ,
216 ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα .
217 εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
218 ὅρκου ’στὶ μείζων τῇ δίκῃ φρουρουμένη .
219 εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220 τὸ μὴ τίνεσθαι μηδ’ ἐποπτεύειν κότῳ ,
221 οὔ φημ’ Ὀρέστην σ’ ἐνδίκως ἀνδρηλατεῖν .
222 τὰ μὲν γὰρ οἶδα κάρτα σ’ ἐνθυμουμένην ,
223 τὰ δ’ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν .
224 δίκας δὲ Παλλὰς τῶνδ’ ἐποπτεύσει θεά .
Χορός
225 τὸν ἄνδρ’ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ .
Ἀπόλλων
226 σὺ δ’ οὖν δίωκε καὶ πόνον πλείω τίθου .
Χορός
227 τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ .
Ἀπόλλων
228 οὐδ’ ἂν δεχοίμην ὥστ’ ἔχειν τιμὰς σέθεν .