Ἀγαμέμνων
810 πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
811 δίκη προσειπεῖν , τοὺς ἐμοὶ μεταιτίους
812 νόστου δικαίων θ’ ὧν ἐπραξάμην πόλιν
813 Πριάμου · δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
814 κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
815 ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
816 ψήφους ἔθεντο · τῷ δ’ ἐναντίῳ κύτει
817 ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ .
818 καπνῷ δ’ ἁλοῦσα νῦν ἔτ’ εὔσημος πόλις .
819 ἄτης θύελλαι ζῶσι · συνθνῄσκουσα δὲ
820 σποδὸς προπέμπει πίονας πλούτου πνοάς .
821 τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
822 τίνειν , ἐπείπερ καὶ πάγας ὑπερκότους
823 ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
824 πόλιν διημάθυνεν Ἀργεῖον δάκος ,
825 ἵππου νεοσσός , ἀσπιδηφόρος λεώς ,
826 πήδημ’ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν ·
827 ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
828 ἄδην ἔλειξεν αἵματος τυραννικοῦ .
829 θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε ·
830 τὰ δ’ ἐς τὸ σὸν φρόνημα , μέμνημαι κλύων ,
831 καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ’ ἔχεις .
832 παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε ,
833 φίλον τὸν εὐτυχοῦντ’ ἄνευ φθόνου σέβειν .
834 δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
835 ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον ,
836 τοῖς τ’ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
837 καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει .
838 εἰδὼς λέγοιμ’ ἄν , εὖ γὰρ ἐξεπίσταμαι
839 ὁμιλίας κάτοπτρον , εἴδωλον σκιᾶς
840 δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί .
841 μόνος δ’ Ὀδυσσεύς , ὅσπερ οὐχ ἑκὼν ἔπλει ,
842 ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος ·
843 εἴτ’ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω .
844 τὰ δ’ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
845 κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
846 βουλευσόμεσθα . καὶ τὸ μὲν καλῶς ἔχον
847 ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον ·
848 ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων ,
849 ἤτοι κέαντες τεμόντες εὐφρόνως
850 πειρασόμεσθα πῆμ’ ἀποστρέψαι νόσου .
851 νῦν δ’ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
852 ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι ,
853 οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν .
854 νίκη δ’ ἐπείπερ ἕσπετ’ , ἐμπέδως μένοι .