8.104.2 καὶ ὡς ἔγνωσαν ναυμαχήσοντες , παρέτειναν τὸ κέρας οἱ μὲν Ἀθηναῖοι παρὰ τὴν Χερσόνησον , ἀρξάμενοι ἀπὸ Ἰδάκου μέχρι Ἀρριανῶν , νῆες ἓξ καὶ ἑβδομήκοντα , οἱ δ’ αὖ Πελοποννήσιοι ἀπὸ Ἀβύδου μέχρι Δαρδάνου , νῆες ἓξ καὶ ὀγδοήκοντα .
8.104.3 κέρας δὲ τοῖς μὲν Πελοποννησίοις εἶχον τὸ μὲν δεξιὸν Συρακόσιοι , τὸ δ’ ἕτερον αὐτὸς Μίνδαρος καὶ τῶν νεῶν αἱ ἄριστα πλέουσαι , Ἀθηναίοις δὲ τὸ μὲν ἀριστερὸν Θράσυλος , δὲ Θρασύβουλος τὸ δεξιόν · οἱ δὲ ἄλλοι στρατηγοὶ ὡς ἕκαστοι διετάξαντο .
8.104.4 ἐπειγομένων δὲ τῶν Πελοποννησίων πρότερόν τε ξυμμεῖξαι , καὶ κατὰ μὲν τὸ δεξιὸν τῶν Ἀθηναίων ὑπερσχόντες αὐτοὶ τῷ εὐωνύμῳ ἀποκλῇσαι τοῦ ἔξω αὐτοὺς ἔκπλου , εἰ δύναιντο , κατὰ δὲ τὸ μέσον ἐξῶσαι πρὸς τὴν γῆν οὐχ ἑκὰς οὖσαν , οἱ Ἀθηναῖοι γνόντες , μὲν ἐβούλοντο ἀποφάρξασθαι αὐτοὺς οἱ ἐναντίοι , ἀντεπεξῆγον καὶ περιεγίγνοντο τῷ πλῷ ,
8.104.5 τὸ δ’ εὐώνυμον αὐτοῖς ὑπερεβεβλήκει ἤδη τὴν ἄκραν Κυνὸς σῆμα καλεῖται . τῷ δὲ μέσῳ , τοιούτου ξυμβαίνοντος , ἀσθενέσι καὶ διεσπασμέναις ταῖς ναυσὶ καθίσταντο , ἄλλως τε καὶ ἐλάσσοσι χρώμενοι τὸ πλῆθος καὶ τοῦ χωρίου τοῦ περὶ τὸ Κυνὸς σῆμα ὀξεῖαν καὶ γωνιώδη τὴν περιβολὴν ἔχοντος , ὥστε τὰ ἐν τῷ ἐπέκεινα αὐτοῦ γιγνόμενα μὴ κάτοπτα εἶναι .
8.105.1 προσπεσόντες οὖν οἱ Πελοποννήσιοι κατὰ τὸ μέσον ἐξέωσάν τε ἐς τὸ ξηρὸν τὰς ναῦς τῶν Ἀθηναίων καὶ ἐς τὴν γῆν ἐπεξέβησαν , τῷ ἔργῳ πολὺ περισχόντες .