8.93.3 τὸ δὲ πᾶν πλῆθος τῶν ὁπλιτῶν ἀπὸ πολλῶν καὶ πρὸς πολλοὺς λόγων γιγνομένων ἠπιώτερον ἦν πρότερον καὶ ἐφοβεῖτο μάλιστα περὶ τοῦ παντὸς πολιτικοῦ · ξυνεχώρησάν τε ὥστε ἐς ἡμέραν ῥητὴν ἐκκλησίαν ποιῆσαι ἐν τῷ Διονυσίῳ περὶ ὁμονοίας .
8.94.1 ἐπειδὴ δὲ ἐπῆλθεν [ ἐν Διονύσου ] ἐκκλησία καὶ ὅσον οὐ ξυνειλεγμένοι ἦσαν , ἀγγέλλονται αἱ δύο καὶ τεσσαράκοντα νῆες καὶ Ἀγησανδρίδας ἀπὸ τῶν Μεγάρων τὴν Σαλαμῖνα παραπλεῖν · καὶ πᾶς τις [ τῶν πολλῶν ὁπλιτῶν ] αὐτὸ τοῦτο ἐνόμιζεν εἶναι τὸ πάλαι λεγόμενον ὑπὸ Θηραμένους καὶ τῶν μετ’ αὐτοῦ , ὡς ἐς τὸ τείχισμα ἔπλεον αἱ νῆες , καὶ χρησίμως ἐδόκει καταπεπτωκέναι .
8.94.2 δὲ Ἀγησανδρίδας τάχα μέν τι καὶ ἀπὸ ξυγκειμένου λόγου περί τε τὴν Ἐπίδαυρον καὶ ταύτῃ ἀνεστρέφετο , εἰκὸς δ’ αὐτὸν καὶ πρὸς τὸν παρόντα στασιασμὸν τῶν Ἀθηναίων , δι’ ἐλπίδος ὡς κἂν ἐς δέον παραγένοιτο , ταύτῃ ἀνέχειν .
8.94.3 οἱ δ’ αὖ Ἀθηναῖοι , ὡς ἠγγέλθη αὐτοῖς , εὐθὺς δρόμῳ ἐς τὸν Πειραιᾶ πανδημεὶ ἐχώρουν , ὡς τοῦ ἰδίου πολέμου μείζονος [ ] ἀπὸ τῶν πολεμίων οὐχ ἑκάς , ἀλλὰ πρὸς τῷ λιμένι ὄντος . καὶ οἱ μὲν ἐς τὰς παρούσας ναῦς ἐσέβαινον , οἱ δὲ ἄλλας καθεῖλκον , οἱ δέ τινες ἐπὶ τὰ τείχη καὶ τὸ στόμα τοῦ λιμένος παρεβοήθουν .
8.95.1 αἱ δὲ τῶν Πελοποννησίων νῆες παραπλεύσασαι καὶ περιβαλοῦσαι Σούνιον ὁρμίζονται μεταξὺ Θορικοῦ τε καὶ Πρασιῶν , ὕστερον δὲ ἀφικνοῦνται ἐς Ὠρωπόν .