8.53.2 ἀντιλεγόντων δὲ πολλῶν καὶ ἄλλων περὶ τῆς δημοκρατίας καὶ τῶν Ἀλκιβιάδου ἅμα ἐχθρῶν διαβοώντων ὡς δεινὸν εἴη εἰ τοὺς νόμους βιασάμενος κάτεισι , καὶ Εὐμολπιδῶν καὶ Κηρύκων περὶ τῶν μυστικῶν δι’ ἅπερ ἔφυγε μαρτυρομένων καὶ ἐπιθειαζόντων μὴ κατάγειν , Πείσανδρος παρελθὼν πρὸς πολλὴν ἀντιλογίαν καὶ σχετλιασμὸν ἠρώτα ἕνα ἕκαστον παράγων τῶν ἀντιλεγόντων , εἴ τινα ἐλπίδα ἔχει σωτηρίας τῇ πόλει , Πελοποννησίων ναῦς τε οὐκ ἐλάσσους σφῶν ἐν τῇ θαλάσσῃ ἀντιπρῴρους ἐχόντων καὶ πόλεις ξυμμαχίδας πλείους , βασιλέως τε αὐτοῖς καὶ Τισσαφέρνους χρήματα παρεχόντων , σφίσι τε οὐκέτι ὄντων , εἰ μή τις πείσει βασιλέα μεταστῆναι παρὰ σφᾶς .
8.53.3 ὁπότε δὲ μὴ φαῖεν ἐρωτώμενοι , ἐνταῦθα δὴ σαφῶς ἔλεγεν αὐτοῖς ὅτι " τοῦτο τοίνυν οὐκ ἔστιν ἡμῖν γενέσθαι , εἰ μὴ πολιτεύσομεν τε σωφρονέστερον καὶ ἐς ὀλίγους μᾶλλον τὰς ἀρχὰς ποιήσομεν , ἵνα πιστεύῃ ἡμῖν βασιλεύς , καὶ μὴ περὶ πολιτείας τὸ πλέον βουλεύσομεν ἐν τῷ παρόντι περὶ σωτηρίας ( ὕστερον γὰρ ἐξέσται ἡμῖν καὶ μεταθέσθαι , ἢν μή τι ἀρέσκῃ ) , Ἀλκιβιάδην τε κατάξομεν , ὃς μόνος τῶν νῦν οἷός τε τοῦτο κατεργάσασθαι . "
8.54.1 δὲ δῆμος τὸ μὲν πρῶτον ἀκούων χαλεπῶς ἔφερε τὸ περὶ τῆς ὀλιγαρχίας · σαφῶς δὲ διδασκόμενος ὑπὸ τοῦ Πεισάνδρου μὴ εἶναι ἄλλην σωτηρίαν , δείσας καὶ ἅμα ἐπελπίζων ὡς καὶ μεταβαλεῖται , ἐνέδωκεν .
8.54.2 καὶ ἐψηφίσαντο πλεύσαντα τὸν Πείσανδρον καὶ δέκα ἄνδρας μετ’ αὐτοῦ πράσσειν ὅπῃ [ ἂν ] αὐτοῖς δοκοίη ἄριστα ἕξειν τά τε πρὸς τὸν Τισσαφέρνην καὶ τὸν Ἀλκιβιάδην .