8.48.5 τάς τε ξυμμαχίδας πόλεις , αἷς ὑπεσχῆσθαι δὴ σφᾶς ὀλιγαρχίαν , ὅτι δὴ καὶ αὐτοὶ οὐ δημοκρατήσονται , εὖ εἰδέναι ἔφη ὅτι οὐδὲν μᾶλλον σφίσιν οὔθ’ αἱ ἀφεστηκυῖαι προσχωρήσονται οὔθ’ αἱ ὑπάρχουσαι βεβαιότεραι ἔσονται · οὐ γὰρ βουλήσεσθαι αὐτοὺς μετ’ ὀλιγαρχίας δημοκρατίας δουλεύειν μᾶλλον μεθ’ ὁποτέρου ἂν τύχωσι τούτων ἐλευθέρους εἶναι ·
8.48.6 τούς τε καλοὺς κἀγαθοὺς ὀνομαζομένους οὐκ ἐλάσσω αὐτοὺς νομίζειν σφίσι πράγματα παρέξειν τοῦ δήμου , ποριστὰς ὄντας καὶ ἐσηγητὰς τῶν κακῶν τῷ δήμῳ , ἐξ ὧν τὰ πλείω αὐτοὺς ὠφελεῖσθαι · καὶ τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι καὶ ἄκριτοι ἂν καὶ βιαιότερον ἀποθνῄσκειν , τὸν δὲ δῆμον σφῶν τε καταφυγὴν εἶναι καὶ ἐκείνων σωφρονιστήν .
8.48.7 καὶ ταῦτα παρ’ αὐτῶν τῶν ἔργων ἐπισταμένας τὰς πόλεις σαφῶς αὐτὸς εἰδέναι ὅτι οὕτω νομίζουσιν . οὔκουν ἑαυτῷ γε τῶν ἀπ’ Ἀλκιβιάδου καὶ ἐν τῷ παρόντι πρασσομένων ἀρέσκειν οὐδέν .
8.49.1 οἱ δὲ ξυλλεγέντες τῶν ἐν τῇ ξυνωμοσίᾳ , ὥσπερ καὶ τὸ πρῶτον αὐτοῖς ἐδόκει , τά τε παρόντα ἐδέχοντο καὶ ἐς τὰς Ἀθήνας πρέσβεις Πείσανδρον καὶ ἄλλους παρεσκευάζοντο πέμπειν , ὅπως περί τε τῆς τοῦ Ἀλκιβιάδου καθόδου πράσσοιεν καὶ τῆς τοῦ ἐκεῖ δήμου καταλύσεως καὶ τὸν Τισσαφέρνην φίλον τοῖς Ἀθηναίοις ποιήσειαν .
8.50.1 γνοὺς δὲ Φρύνιχος ὅτι ἔσοιτο περὶ τῆς τοῦ Ἀλκιβιάδου καθόδου λόγος καὶ ὅτι Ἀθηναῖοι ἐνδέξονται αὐτήν , δείσας πρὸς τὴν ἐναντίωσιν τῶν ὑφ’ αὑτοῦ λεχθέντων μή , ἢν κατέλθῃ , ὡς κωλυτὴν ὄντα κακῶς δρᾷ , τρέπεται ἐπὶ τοιόνδε τι .