8.43.3 μάλιστα δὲ Λίχας ἐσκόπει τὰ ποιούμενα , καὶ τὰς σπονδὰς οὐδετέρας , οὔτε τὰς Χαλκιδέως οὔτε τὰς Θηριμένους , ἔφη καλῶς ξυγκεῖσθαι , ἀλλὰ δεινὸν εἶναι εἰ χώρας ὅσης βασιλεὺς καὶ οἱ πρόγονοι ἦρξαν πρότερον , ταύτης καὶ νῦν ἀξιώσει κρατεῖν · ἐνεῖναι γὰρ καὶ νήσους ἁπάσας πάλιν δουλεύειν καὶ Θεσσαλίαν καὶ Λοκροὺς καὶ τὰ μέχρι Βοιωτῶν , καὶ ἀντ’ ἐλευθερίας ἂν Μηδικὴν ἀρχὴν τοῖς Ἕλλησι τοὺς Λακεδαιμονίους περιθεῖναι .
8.43.4 ἑτέρας οὖν ἐκέλευε βελτίους σπένδεσθαι , ταύταις γε οὐ χρήσεσθαι , οὐδὲ τῆς τροφῆς ἐπὶ τούτοις δεῖσθαι οὐδέν . ἀγανακτῶν δὲ μὲν Τισσαφέρνης ἀπεχώρησεν ἀπ’ αὐτῶν δι’ ὀργῆς καὶ ἄπρακτος ,
8.44.1 οἱ δ’ ἐς τὴν Ῥόδον ἐπικηρυκευομένων ἀπὸ τῶν δυνατωτάτων ἀνδρῶν τὴν γνώμην εἶχον πλεῖν , ἐλπίζοντες νῆσόν τε οὐκ ἀδύνατον καὶ ναυβατῶν πλήθει καὶ πεζῷ προσάξεσθαι , καὶ ἅμα ἡγούμενοι αὐτοὶ ἀπὸ τῆς ὑπαρχούσης ξυμμαχίας δυνατοὶ ἔσεσθαι Τισσαφέρνην μὴ αἰτοῦντες χρήματα τρέφειν τὰς ναῦς .
8.44.2 πλεύσαντες οὖν εὐθὺς ἐν τῷ αὐτῷ χειμῶνι ἐκ τῆς Κνίδου καὶ προσβαλόντες Καμείρῳ τῆς Ῥοδίας πρῶτον ναυσὶ τέσσαρσι καὶ ἐνενήκοντα ἐξεφόβησαν μὲν τοὺς πολλοὺς οὐκ εἰδότας τὰ πρασσόμενα , καὶ ἔφευγον , ἄλλως τε καὶ ἀτειχίστου οὔσης τῆς πόλεως · εἶτα ξυγκαλέσαντες οἱ Λακεδαιμόνιοι τούτους τε καὶ τοὺς ἐκ τοῖν δυοῖν πολέοιν , Λίνδου καὶ Ἰηλυσοῦ , Ῥοδίους ἔπεισαν ἀποστῆναι Ἀθηναίων · καὶ προσεχώρησε Ῥόδος Πελοποννησίοις .