8.41.2 καὶ ἐς Κῶν τὴν Μεροπίδα ἐν τῷ παράπλῳ ἀποβὰς τήν τε πόλιν ἀτείχιστον οὖσαν καὶ ὑπὸ σεισμοῦ , ὃς αὐτοῖς ἔτυχε μέγιστός γε δὴ ὧν μεμνήμεθα γενόμενος , ξυμπεπτωκυῖαν ἐκπορθεῖ , τῶν ἀνθρώπων ἐς τὰ ὄρη πεφευγότων , καὶ τὴν χώραν καταδρομαῖς λείαν ἐποιεῖτο , πλὴν τῶν ἐλευθέρων · τούτους δὲ ἀφίει .
8.41.3 ἐκ δὲ τῆς Κῶ ἀφικόμενος ἐς τὴν Κνίδον νυκτὸς ἀναγκάζεται ὑπὸ τῶν Κνιδίων παραινούντων μὴ ἐκβιβάσαι τοὺς ναύτας , ἀλλ’ ὥσπερ εἶχε πλεῖν εὐθὺς ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς εἴκοσιν , ἃς ἔχων Χαρμῖνος εἷς τῶν ἐκ Σάμου στρατηγῶν ἐφύλασσε ταύτας τὰς ἑπτὰ καὶ εἴκοσι ναῦς ἐκ τῆς Πελοποννήσου προσπλεούσας , ἐφ’ ἅσπερ καὶ Ἀστύοχος παρέπλει .
8.41.4 ἐπύθοντο δὲ οἱ ἐν τῇ Σάμῳ ἐκ τῆς Μήλου τὸν ἐπίπλουν αὐτῶν , καὶ φυλακὴ τῷ Χαρμίνῳ περὶ τὴν Σύμην καὶ Χάλκην καὶ Ῥόδον καὶ περὶ τὴν Λυκίαν ἦν · ἤδη γὰρ ᾐσθάνετο καὶ ἐν τῇ Καύνῳ οὔσας αὐτάς .
8.42.1 ἐπέπλει οὖν ὥσπερ εἶχε πρὸς τὴν Σύμην Ἀστύοχος πρὶν ἔκπυστος γενέσθαι , εἴ πως περιλάβοι που μετεώρους τὰς ναῦς . καὶ αὐτῷ ὑετός τε καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ξυννέφελα ὄντα πλάνησιν τῶν νεῶν ἐν τῷ σκότει καὶ ταραχὴν παρέσχεν .
8.42.2 καὶ ἅμα τῇ ἕῳ διεσπασμένου τοῦ ναυτικοῦ καὶ τοῦ μὲν φανεροῦ ἤδη ὄντος τοῖς Ἀθηναίοις τοῦ εὐωνύμου κέρως , τοῦ δὲ ἄλλου περὶ τὴν νῆσον ἔτι πλανωμένου , ἐπανάγονται κατὰ τάχος Χαρμῖνος καὶ οἱ Ἀθηναῖοι ἐλάσσοσιν ταῖς εἴκοσι ναυσί , νομίσαντες ἅσπερ ἐφύλασσον ναῦς τὰς ἀπὸ τῆς Καύνου ταύτας εἶναι .