8.38.5 καὶ τὰ μὲν ἐν τῇ Χίῳ ἐς τοῦτο καθειστήκει τοῖς Ἀθηναίοις · αἱ δ’ ἐκ τῆς Σάμου νῆες αὐτοῖς ἐπίπλους μὲν ἐποιοῦντο ταῖς ἐν τῇ Μιλήτῳ , ἐπεὶ δὲ μὴ ἀντανάγοιεν , ἀναχωροῦντες πάλιν ἐς τὴν Σάμον ἡσύχαζον .
8.39.1 ἐκ δὲ τῆς Πελοποννήσου ἐν τῷ αὐτῷ χειμῶνι αἱ τῷ Φαρναβάζῳ [ ὑπὸ ] Καλλιγείτου τοῦ Μεγαρέως καὶ Τιμαγόρου τοῦ Κυζικηνοῦ πρασσόντων παρασκευασθεῖσαι ὑπὸ Λακεδαιμονίων ἑπτὰ καὶ εἴκοσι νῆες ἄρασαι ἔπλεον ἐπὶ Ἰωνίας περὶ ἡλίου τροπάς , καὶ ἄρχων ἐπέπλει αὐτῶν Ἀντισθένης Σπαρτιάτης .
8.39.2 ξυνέπεμψαν δὲ οἱ Λακεδαιμόνιοι καὶ ἕνδεκα ἄνδρας Σπαρτιατῶν ξυμβούλους Ἀστυόχῳ , ὧν εἷς ἦν Λίχας Ἀρκεσιλάου · καὶ εἴρητο αὐτοῖς ἐς Μίλητον ἀφικομένους τῶν τε ἄλλων ξυνεπιμέλεσθαι μέλλει ἄριστα ἕξειν , καὶ τὰς ναῦς ταύτας αὐτὰς πλείους καὶ ἐλάσσους ἐς τὸν Ἑλλήσποντον ὡς Φαρνάβαζον , ἢν δοκῇ , ἀποπέμπειν , Κλέαρχον τὸν Ῥαμφίου , ὃς ξυνέπλει , ἄρχοντα προστάξαντας , καὶ Ἀστύοχον , ἢν δοκῇ τοῖς ἕνδεκα ἀνδράσι , παύειν τῆς ναυαρχίας , Ἀντισθένη δὲ καθιστάναι · πρὸς γὰρ τὰς τοῦ Πεδαρίτου ἐπιστολὰς ὑπώπτευον αὐτόν .
8.39.3 πλέουσαι οὖν αἱ νῆες ἀπὸ Μαλέας πελάγιαι Μήλῳ προσέβαλον , καὶ περιτυχόντες ναυσὶ δέκα Ἀθηναίων τὰς τρεῖς λαμβάνουσι κενὰς καὶ κατακαίουσιν . μετὰ δὲ τοῦτο δεδιότες μὴ αἱ διαφυγοῦσαι τῶν Ἀθηναίων ἐκ τῆς Μήλου νῆες , ὅπερ ἐγένετο , μηνύσωσι τοῖς ἐν τῇ Σάμῳ τὸν ἐπίπλουν αὐτῶν , πρὸς τὴν Κρήτην πλεύσαντες καὶ πλείω τὸν πλοῦν διὰ φυλακῆς ποιησάμενοι ἐς τὴν Καῦνον τῆς Ἀσίας κατῆραν .