8.16.2 προαισθόμενος δὲ Στρομβιχίδης ἐξανήγετο καὶ μετεωρισθεὶς ἐν τῷ πελάγει ὡς ἑώρα τὰς ναῦς πολλὰς τὰς ἀπὸ τῆς Χίου , φυγὴν ἐποιεῖτο ἐπὶ τῆς Σάμου · αἱ δὲ ἐδίωκον .
8.16.3 τὸν δὲ πεζὸν οἱ Τήιοι τὸ πρῶτον οὐκ ἐσδεχόμενοι , ὡς ἔφυγον οἱ Ἀθηναῖοι , ἐσηγάγοντο . καὶ ἐπέσχον μὲν οἱ πεζοὶ καὶ Χαλκιδέα ἐκ τῆς διώξεως περιμένοντες · ὡς δὲ ἐχρόνιζε , καθῄρουν αὐτοί τε τὸ τεῖχος ἀνῳκοδόμησαν οἱ Ἀθηναῖοι τῆς Τηίων πόλεως τὸ πρὸς ἤπειρον , ξυγκαθῄρουν δὲ αὐτοῖς καὶ τῶν βαρβάρων ἐπελθόντες οὐ πολλοί , ὧν ἦρχε Στάγης ὕπαρχος Τισσαφέρνους .
8.17.1 Χαλκιδεὺς δὲ καὶ Ἀλκιβιάδης ὡς κατεδίωξαν ἐς Σάμον Στρομβιχίδην , ἐκ μὲν τῶν ἐκ Πελοποννήσου νεῶν τοὺς ναύτας ὁπλίσαντες ἐν Χίῳ καταλιμπάνουσιν , ἀντιπληρώσαντες δὲ ταύτας τε ἐκ Χίου καὶ ἄλλας εἴκοσιν ἔπλεον ἐς Μίλητον ὡς ἀποστήσοντες ·
8.17.2 ἐβούλετο γὰρ Ἀλκιβιάδης , ὢν ἐπιτήδειος τοῖς προεστῶσι τῶν Μιλησίων , φθάσαι τάς τε ἀπὸ τῆς Πελοποννήσου ναῦς προσαγαγόμενος αὐτοὺς καὶ τοῖς Χίοις καὶ ἑαυτῷ καὶ Χαλκιδεῖ καὶ τῷ ἀποστείλαντι Ἐνδίῳ , ὥσπερ ὑπέσχετο , τὸ ἀγώνισμα προσθεῖναι , ὅτι πλείστας τῶν πόλεων μετὰ τῆς Χίων δυνάμεως καὶ Χαλκιδέως ἀποστήσας .
8.17.3 λαθόντες οὖν τὸ πλεῖστον τοῦ πλοῦ καὶ φθάσαντες οὐ πολὺ τόν τε Στρομβιχίδην καὶ τὸν Θρασυκλέα , ὃς ἔτυχεν ἐκ τῶν Ἀθηνῶν δώδεκα ναυσὶν ἄρτι παρὼν καὶ ξυνδιώκων , ἀφιστᾶσι τὴν Μίλητον . καὶ οἱ Ἀθηναῖοι κατὰ πόδας μιᾶς δεούσαις εἴκοσι ναυσὶν ἐπιπλεύσαντες , ὡς αὐτοὺς οὐκ ἐδέχοντο οἱ Μιλήσιοι , ἐν Λάδῃ τῇ ἐπικειμένῃ νήσῳ ἐφώρμουν .