8.12.3 καὶ μὲν πείσας τούς τε ἄλλους ἐφόρους καὶ Ἔνδιον ἀνήγετο ταῖς πέντε ναυσὶ μετὰ Χαλκιδέως τοῦ Λακεδαιμονίου , καὶ διὰ τάχους τὸν πλοῦν ἐποιοῦντο .
8.13.1 ἀνεκομίζοντο δὲ ὑπὸ τὸν αὐτὸν χρόνον τοῦτον καὶ αἱ ἀπὸ τῆς Σικελίας Πελοποννησίων ἑκκαίδεκα νῆες αἱ μετὰ Γυλίππου ξυνδιαπολεμήσασαι · καὶ περὶ τὴν Λευκάδα ἀποληφθεῖσαι καὶ κοπεῖσαι ὑπὸ τῶν Ἀττικῶν ἑπτὰ καὶ εἴκοσι νεῶν , ὧν ἦρχεν Ἱπποκλῆς Μενίππου φυλακὴν ἔχων τῶν ἀπὸ τῆς Σικελίας νεῶν , αἱ λοιπαὶ πλὴν μιᾶς διαφυγοῦσαι τοὺς Ἀθηναίους κατέπλευσαν ἐς τὴν Κόρινθον .
8.14.1 δὲ Χαλκιδεὺς καὶ Ἀλκιβιάδης πλέοντες ὅσοις τε ἐπιτύχοιεν ξυνελάμβανον τοῦ μὴ ἐξάγγελτοι γενέσθαι , καὶ προσβαλόντες πρῶτον Κωρύκῳ τῆς ἠπείρου καὶ ἀφέντες ἐνταῦθα αὐτοὺς αὐτοὶ μὲν προξυγγενόμενοι τῶν ξυμπρασσόντων Χίων τισὶ καὶ κελευόντων καταπλεῖν μὴ προειπόντας ἐς τὴν πόλιν , ἀφικνοῦνται αἰφνίδιοι τοῖς Χίοις .
8.14.2 καὶ οἱ μὲν πολλοὶ ἐν θαύματι ἦσαν καὶ ἐκπλήξει · τοῖς δ’ ὀλίγοις παρεσκεύαστο ὥστε βουλήν [ τε ] τυχεῖν ξυλλεγομένην , καὶ γενομένων λόγων ἀπό τε τοῦ Χαλκιδέως καὶ Ἀλκιβιάδου ὡς ἄλλαι [ τε ] νῆες πολλαὶ προσπλέουσι καὶ τὰ περὶ τῆς πολιορκίας τῶν ἐν τῷ Σπειραίῳ νεῶν οὐ δηλωσάντων , ἀφίστανται Χῖοι καὶ αὖθις Ἐρυθραῖοι Ἀθηναίων .
8.14.3 καὶ μετὰ ταῦτα τρισὶ ναυσὶ πλεύσαντες καὶ Κλαζομενὰς ἀφιστᾶσιν . διαβάντες τε εὐθὺς οἱ Κλαζομένιοι ἐς τὴν ἤπειρον τὴν Πολίχναν ἐτείχιζον , εἴ τι δέοι , σφίσιν αὐτοῖς ἐκ τῆς νησῖδος ἐν οἰκοῦσι πρὸς ἀναχώρησιν . καὶ οἱ μὲν ἀφεστῶτες ἐν τειχισμῷ τε πάντες ἦσαν καὶ παρασκευῇ πολέμου ·