7.87.3 καὶ ἡμέρας μὲν ἑβδομήκοντά τινας οὕτω διῃτήθησαν ἁθρόοι · ἔπειτα πλὴν Ἀθηναίων καὶ εἴ τινες Σικελιωτῶν Ἰταλιωτῶν ξυνεστράτευσαν , τοὺς ἄλλους ἀπέδοντο .
7.87.4 ἐλήφθησαν δὲ οἱ ξύμπαντες , ἀκριβείᾳ μὲν χαλεπὸν ἐξειπεῖν , ὅμως δὲ οὐκ ἐλάσσους ἑπτακισχιλίων .
7.87.5 ξυνέβη τε ἔργον τοῦτο [ Ἑλληνικὸν ] τῶν κατὰ τὸν πόλεμον τόνδε μέγιστον γενέσθαι , δοκεῖν δ’ ἔμοιγε καὶ ὧν ἀκοῇ Ἑλληνικῶν ἴσμεν , καὶ τοῖς τε κρατήσασι λαμπρότατον καὶ τοῖς διαφθαρεῖσι δυστυχέστατον ·
7.87.6 κατὰ πάντα γὰρ πάντως νικηθέντες καὶ οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες πανωλεθρίᾳ δὴ τὸ λεγόμενον καὶ πεζὸς καὶ νῆες καὶ οὐδὲν ὅτι οὐκ ἀπώλετο , καὶ ὀλίγοι ἀπὸ πολλῶν ἐπ’ οἴκου ἀπενόστησαν . ταῦτα μὲν τὰ περὶ Σικελίαν γενόμενα .
8.1.1 ἐς δὲ τὰς Ἀθήνας ἐπειδὴ ἠγγέλθη , ἐπὶ πολὺ μὲν ἠπίστουν καὶ τοῖς πάνυ τῶν στρατιωτῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγόσι καὶ σαφῶς ἀγγέλλουσι , μὴ οὕτω γε ἄγαν πανσυδὶ διεφθάρθαι · ἐπειδὴ δὲ ἔγνωσαν , χαλεποὶ μὲν ἦσαν τοῖς ξυμπροθυμηθεῖσι τῶν ῥητόρων τὸν ἔκπλουν , ὥσπερ οὐκ αὐτοὶ ψηφισάμενοι , ὠργίζοντο δὲ καὶ τοῖς χρησμολόγοις τε καὶ μάντεσι καὶ ὁπόσοι τι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν ὡς λήψονται Σικελίαν .