7.71.6 τότε δὲ μὲν ναυτικὸς στρατὸς ἄλλος ἄλλῃ , ὅσοι μὴ μετέωροι ἑάλωσαν , κατενεχθέντες ἐξέπεσον ἐς τὸ στρατόπεδον · δὲ πεζὸς οὐκέτι διαφόρως , ἀλλ’ ἀπὸ μιᾶς ὁρμῆς οἰμωγῇ τε καὶ στόνῳ πάντες δυσανασχετοῦντες τὰ γιγνόμενα , οἱ μὲν ἐπὶ τὰς ναῦς παρεβοήθουν , οἱ δὲ πρὸς τὸ λοιπὸν τοῦ τείχους ἐς φυλακήν , ἄλλοι δὲ καὶ οἱ πλεῖστοι ἤδη περὶ σφᾶς αὐτοὺς καὶ ὅπῃ σωθήσονται διεσκόπουν .
7.71.7 ἦν τε ἐν τῷ παραυτίκα οὐδεμιᾶς δὴ τῶν ξυμπασῶν ἐλάσσων ἔκπληξις . παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ · διαφθαρεισῶν γὰρ τῶν νεῶν τοῖς Λακεδαιμονίοις προσαπώλλυντο αὐτοῖς καὶ οἱ ἐν τῇ νήσῳ ἄνδρες διαβεβηκότες , καὶ τότε τοῖς Ἀθηναίοις ἀνέλπιστον ἦν τὸ κατὰ γῆν σωθήσεσθαι , ἢν μή τι παρὰ λόγον γίγνηται .
7.72.1 γενομένης δ’ ἰσχυρᾶς τῆς ναυμαχίας καὶ πολλῶν νεῶν ἀμφοτέροις καὶ ἀνθρώπων ἀπολομένων οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπικρατήσαντες τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο , καὶ ἀποπλεύσαντες πρὸς τὴν πόλιν τροπαῖον ἔστησαν ,
7.72.2 οἱ δ’ Ἀθηναῖοι ὑπὸ μεγέθους τῶν παρόντων κακῶν νεκρῶν μὲν πέρι ναυαγίων οὐδὲ ἐπενόουν αἰτῆσαι ἀναίρεσιν , τῆς δὲ νυκτὸς ἐβουλεύοντο εὐθὺς ἀναχωρεῖν .
7.72.3 Δημοσθένης δὲ Νικίᾳ προσελθὼν γνώμην ἐποιεῖτο πληρώσαντας ἔτι τὰς λοιπὰς τῶν νεῶν βιάσασθαι , ἢν δύνωνται , ἅμα ἕῳ τὸν ἔκπλουν , λέγων ὅτι πλείους ἔτι αἱ λοιπαί εἰσι νῆες χρήσιμαι σφίσιν τοῖς πολεμίοις · ἦσαν γὰρ τοῖς μὲν Ἀθηναίοις περίλοιποι ὡς ἑξήκοντα , τοῖς δ’ ἐναντίοις ἐλάσσους πεντήκοντα .