7.50.3 καὶ οἱ μὲν Συρακόσιοι εὐθὺς αὐτῶν ἐλθόντων παρεσκευάζοντο ὡς ἐπιθησόμενοι κατ’ ἀμφότερα αὖθις τοῖς Ἀθηναίοις καὶ ναυσὶ καὶ πεζῷ · οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ὁρῶντες στρατιάν τε ἄλλην προσγεγενημένην αὐτοῖς καὶ τὰ ἑαυτῶν ἅμα οὐκ ἐπὶ τὸ βέλτιον χωροῦντα , ἀλλὰ καθ’ ἡμέραν τοῖς πᾶσι χαλεπώτερον ἴσχοντα , μάλιστα δὲ τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων πιεζόμενα , μετεμέλοντό τε πρότερον οὐκ ἀναστάντες καὶ ὡς αὐτοῖς οὐδὲ Νικίας ἔτι ὁμοίως ἐνηντιοῦτο , ἀλλ’ μὴ φανερῶς γε ἀξιῶν ψηφίζεσθαι , προεῖπον ὡς ἐδύναντο ἀδηλότατα ἔκπλουν ἐκ τοῦ στρατοπέδου πᾶσι , καὶ παρασκευάσασθαι ὅταν τις σημήνῃ .
7.50.4 καὶ μελλόντων αὐτῶν , ἐπειδὴ ἑτοῖμα ἦν , ἀποπλεῖν σελήνη ἐκλείπει · ἐτύγχανε γὰρ πασσέληνος οὖσα . καὶ οἱ Ἀθηναῖοι οἵ τε πλείους ἐπισχεῖν ἐκέλευον τοὺς στρατηγοὺς ἐνθύμιον ποιούμενοι , καὶ Νικίας ( ἦν γάρ τι καὶ ἄγαν θειασμῷ τε καὶ τῷ τοιούτῳ προσκείμενος ) οὐδ’ ἂν διαβουλεύσασθαι ἔτι ἔφη πρίν , ὡς οἱ μάντεις ἐξηγοῦντο , τρὶς ἐννέα ἡμέρας μεῖναι , ὅπως ἂν πρότερον κινηθείη . καὶ τοῖς μὲν Ἀθηναίοις μελλήσασι διὰ τοῦτο μονὴ ἐγεγένητο .
7.51.1 οἱ δὲ Συρακόσιοι καὶ αὐτοὶ τοῦτο πυθόμενοι πολλῷ μᾶλλον ἐπηρμένοι ἦσαν μὴ ἀνιέναι τὰ τῶν Ἀθηναίων , ὡς καὶ αὐτῶν κατεγνωκότων ἤδη μηκέτι κρεισσόνων εἶναι σφῶν μήτε ταῖς ναυσὶ μήτε τῷ πεζῷ ( οὐ γὰρ ἂν τὸν ἔκπλουν ἐπιβουλεῦσαι ) , καὶ ἅμα οὐ βουλόμενοι αὐτοὺς ἄλλοσέ ποι τῆς Σικελίας καθεζομένους χαλεπωτέρους εἶναι προσπολεμεῖν , ἀλλ’ αὐτοῦ ὡς τάχιστα καὶ ἐν σφίσι ξυμφέρει ἀναγκάσαι αὐτοὺς ναυμαχεῖν .