7.28.3 μάλιστα δ’ αὐτοὺς ἐπίεζεν ὅτι δύο πολέμους ἅμα εἶχον , καὶ ἐς φιλονικίαν καθέστασαν τοιαύτην ἣν πρὶν γενέσθαι ἠπίστησεν ἄν τις ἀκούσας . τὸ γὰρ αὐτοὺς πολιορκουμένους ἐπιτειχισμῷ ὑπὸ Πελοποννησίων μηδ’ ὣς ἀποστῆναι ἐκ Σικελίας , ἀλλ’ ἐκεῖ Συρακούσας τῷ αὐτῷ τρόπῳ ἀντιπολιορκεῖν , πόλιν οὐδὲν ἐλάσσω αὐτήν γε καθ’ αὑτὴν τῆς τῶν Ἀθηναίων , καὶ τὸν παράλογον τοσοῦτον ποιῆσαι τοῖς Ἕλλησι τῆς δυνάμεως καὶ τόλμης , ὅσον κατ’ ἀρχὰς τοῦ πολέμου οἱ μὲν ἐνιαυτόν , οἱ δὲ δύο , οἱ δὲ τριῶν γε ἐτῶν οὐδεὶς πλείω χρόνον ἐνόμιζον περιοίσειν αὐτούς , εἰ οἱ Πελοποννήσιοι ἐσβάλοιεν ἐς τὴν χώραν , ὥστε ἔτει ἑπτακαιδεκάτῳ μετὰ τὴν πρώτην ἐσβολὴν ἦλθον ἐς Σικελίαν ἤδη τῷ πολέμῳ κατὰ πάντα τετρυχωμένοι , καὶ πόλεμον οὐδὲν ἐλάσσω προσανείλοντο τοῦ πρότερον ὑπάρχοντος ἐκ Πελοποννήσου .
7.28.4 δι’ καὶ τότε ὑπό τε τῆς Δεκελείας πολλὰ βλαπτούσης καὶ τῶν ἄλλων ἀναλωμάτων μεγάλων προσπιπτόντων ἀδύνατοι ἐγένοντο τοῖς χρήμασιν . καὶ τὴν εἰκοστὴν ὑπὸ τοῦτον τὸν χρόνον τῶν κατὰ θάλασσαν ἀντὶ τοῦ φόρου τοῖς ὑπηκόοις ἐποίησαν , πλείω νομίζοντες ἂν σφίσι χρήματα οὕτω προσιέναι . αἱ μὲν γὰρ δαπάναι οὐχ ὁμοίως καὶ πρίν , ἀλλὰ πολλῷ μείζους καθέστασαν , ὅσῳ καὶ μείζων πόλεμος ἦν · αἱ δὲ πρόσοδοι ἀπώλλυντο .
7.29.1 τοὺς οὖν Θρᾷκας τοὺς τῷ Δημοσθένει ὑστερήσαντας διὰ τὴν παροῦσαν ἀπορίαν τῶν χρημάτων οὐ βουλόμενοι δαπανᾶν εὐθὺς ἀπέπεμπον , προστάξαντες κομίσαι αὐτοὺς Διειτρέφει , καὶ εἰπόντες ἅμα ἐν τῷ παράπλῳ ( ἐπορεύοντο γὰρ δι’ Εὐρίπου ) καὶ τοὺς πολεμίους , ἤν τι δύνηται , ἀπ’ αὐτῶν βλάψαι .