7.20.2 καὶ τὸν Δημοσθένη ἐς τὴν Σικελίαν , ὥσπερ ἔμελλον , ἀπέστελλον ἑξήκοντα μὲν ναυσὶν Ἀθηναίων καὶ πέντε Χίαις , ὁπλίταις δὲ ἐκ καταλόγου Ἀθηναίων διακοσίοις καὶ χιλίοις , καὶ νησιωτῶν ὅσοις ἑκασταχόθεν οἷόν τ’ ἦν πλείστοις χρήσασθαι , καὶ ἐκ τῶν ἄλλων ξυμμάχων τῶν ὑπηκόων , εἴ ποθέν τι εἶχον ἐπιτήδειον ἐς τὸν πόλεμον , ξυμπορίσαντες . εἴρητο δ’ αὐτῷ πρῶτον μετὰ τοῦ Χαρικλέους ἅμα περιπλέοντα ξυστρατεύεσθαι περὶ τὴν Λακωνικήν .
7.20.3 καὶ μὲν Δημοσθένης ἐς τὴν Αἴγιναν προσπλεύσας τοῦ στρατεύματός τε εἴ τι ὑπελέλειπτο περιέμενε καὶ τὸν Χαρικλέα τοὺς Ἀργείους παραλαβεῖν .
7.21.1 ἐν δὲ τῇ Σικελίᾳ ὑπὸ τοὺς αὐτοὺς χρόνους τούτου τοῦ ἦρος καὶ Γύλιππος ἧκεν ἐς τὰς Συρακούσας , ἄγων ἀπὸ τῶν πόλεων ὧν ἔπεισε στρατιὰν ὅσην ἑκασταχόθεν πλείστην ἐδύνατο .
7.21.2 καὶ ξυγκαλέσας τοὺς Συρακοσίους ἔφη χρῆναι πληροῦν ναῦς ὡς δύνανται πλείστας καὶ ναυμαχίας ἀπόπειραν λαμβάνειν · ἐλπίζειν γὰρ ἀπ’ αὐτοῦ τι ἔργον ἄξιον τοῦ κινδύνου ἐς τὸν πόλεμον κατεργάσεσθαι .
7.21.3 ξυνανέπειθε δὲ καὶ Ἑρμοκράτης οὐχ ἥκιστα , τοῦ ταῖς ναυσὶ μὴ ἀθυμεῖν ἐπιχειρῆσαι πρὸς τοὺς Ἀθηναίους , λέγων οὐδ’ ἐκείνους πάτριον τὴν ἐμπειρίαν οὐδ’ ἀίδιον τῆς θαλάσσης ἔχειν , ἀλλ’ ἠπειρώτας μᾶλλον τῶν Συρακοσίων ὄντας καὶ ἀναγκασθέντας ὑπὸ Μήδων ναυτικοὺς γενέσθαι . καὶ πρὸς ἄνδρας τολμηρούς , οἵους καὶ Ἀθηναίους , τοὺς ἀντιτολμῶντας χαλεπωτάτους ἂν [ αὐτοῖς ] φαίνεσθαι · γὰρ ἐκεῖνοι τοὺς πέλας , οὐ δυνάμει ἔστιν ὅτε προύχοντες , τῷ δὲ θράσει ἐπιχειροῦντες καταφοβοῦσι , καὶ σφᾶς ἂν τὸ αὐτὸ ὁμοίως τοῖς ἐναντίοις ὑποσχεῖν .