6.103.4 καὶ κύρωσις μὲν οὐδεμία ἐγίγνετο , οἷα δὲ εἰκὸς ἀνθρώπων ἀπορούντων καὶ μᾶλλον πρὶν πολιορκουμένων , πολλὰ ἐλέγετο πρός τε ἐκεῖνον καὶ πλείω ἔτι κατὰ τὴν πόλιν . καὶ γάρ τινα καὶ ὑποψίαν ὑπὸ τῶν παρόντων κακῶν ἐς ἀλλήλους εἶχον , καὶ τοὺς στρατηγούς τε ἐφ’ ὧν αὐτοῖς ταῦτα ξυνέβη ἔπαυσαν , ὡς δυστυχίᾳ προδοσίᾳ τῇ ἐκείνων βλαπτόμενοι , καὶ ἄλλους ἀνθείλοντο , Ἡρακλείδην καὶ Εὐκλέα καὶ Τελλίαν .
6.104.1 ἐν δὲ τούτῳ Γύλιππος Λακεδαιμόνιος καὶ αἱ ἀπὸ τῆς Κορίνθου νῆες περὶ Λευκάδα ἤδη ἦσαν , βουλόμενοι ἐς τὴν Σικελίαν διὰ τάχους βοηθῆσαι . καὶ ὡς αὐτοῖς αἱ ἀγγελίαι ἐφοίτων δειναὶ καὶ πᾶσαι ἐπὶ τὸ αὐτὸ ἐψευσμέναι ὡς ἤδη παντελῶς ἀποτετειχισμέναι αἱ Συράκουσαί εἰσι , τῆς μὲν Σικελίας οὐκέτι ἐλπίδα οὐδεμίαν εἶχεν Γύλιππος , τὴν δὲ Ἰταλίαν βουλόμενος περιποιῆσαι αὐτὸς μὲν καὶ Πυθὴν Κορίνθιος ναυσὶ δυοῖν μὲν Λακωνικαῖν , δυοῖν δὲ Κορινθίαιν ὅτι τάχιστα ἐπεραιώθησαν τὸν Ἰόνιον ἐς Τάραντα , οἱ δὲ Κορίνθιοι πρὸς ταῖς σφετέραις δέκα Λευκαδίας δύο καὶ Ἀμπρακιώτιδας τρεῖς προσπληρώσαντες ὕστερον ἔμελλον πλεύσεσθαι .
6.104.2 καὶ μὲν Γύλιππος ἐκ τοῦ Τάραντος ἐς τὴν Θουρίαν πρῶτον πρεσβευσάμενος καὶ τὴν τοῦ πατρὸς ἀνανεωσάμενος πολιτείαν καὶ οὐ δυνάμενος αὐτοὺς προσαγαγέσθαι , ἄρας παρέπλει τὴν Ἰταλίαν , καὶ ἁρπασθεὶς ὑπ’ ἀνέμου κατὰ τὸν Τεριναῖον κόλπον , ὃς ἐκπνεῖ ταύτῃ μέγας κατὰ βορέαν ἑστηκώς , ἀποφέρεται ἐς τὸ πέλαγος , καὶ πάλιν χειμασθεὶς ἐς τὰ μάλιστα τῷ Τάραντι προσμίσγει · καὶ τὰς ναῦς , ὅσαι μάλιστα ἐπόνησαν ὑπὸ τοῦ χειμῶνος , ἀνελκύσας ἐπεσκεύαζεν .