6.61.6 καὶ μὲν ἔχων τὴν ἑαυτοῦ ναῦν καὶ οἱ ξυνδιαβεβλημένοι ἀπέπλεον μετὰ τῆς Σαλαμινίας ἐκ τῆς Σικελίας ὡς ἐς τὰς Ἀθήνας · καὶ ἐπειδὴ ἐγένοντο ἐν Θουρίοις , οὐκέτι ξυνείποντο , ἀλλ’ ἀπελθόντες ἀπὸ τῆς νεὼς οὐ φανεροὶ ἦσαν , δείσαντες τὸ ἐπὶ διαβολῇ ἐς δίκην καταπλεῦσαι .
6.61.7 οἱ δ’ ἐκ τῆς Σαλαμινίας τέως μὲν ἐζήτουν τὸν Ἀλκιβιάδην καὶ τοὺς μετ’ αὐτοῦ · ὡς δ’ οὐδαμοῦ φανεροὶ ἦσαν , ᾤχοντο ἀποπλέοντες . δὲ Ἀλκιβιάδης ἤδη φυγὰς ὢν οὐ πολὺ ὕστερον ἐπὶ πλοίου ἐπεραιώθη ἐς Πελοπόννησον ἐκ τῆς Θουρίας · οἱ δ’ Ἀθηναῖοι ἐρήμῃ δίκῃ θάνατον κατέγνωσαν αὐτοῦ τε καὶ τῶν μετ’ ἐκείνου .
6.62.1 μετὰ δὲ ταῦτα οἱ λοιποὶ τῶν Ἀθηναίων στρατηγοὶ ἐν τῇ Σικελίᾳ , δύο μέρη ποιήσαντες τοῦ στρατεύματος καὶ λαχὼν ἑκάτερος , ἔπλεον ξύμπαντι ἐπὶ Σελινοῦντος καὶ Ἐγέστης , βουλόμενοι μὲν εἰδέναι τὰ χρήματα εἰ δώσουσιν οἱ Ἐγεσταῖοι , κατασκέψασθαι δὲ καὶ τῶν Σελινουντίων τὰ πράγματα καὶ τὰ διάφορα μαθεῖν τὰ πρὸς Ἐγεσταίους .
6.62.2 παραπλέοντες δ’ ἐν ἀριστερᾷ τὴν Σικελίαν , τὸ μέρος τὸ πρὸς τὸν Τυρσηνικὸν κόλπον , ἔσχον ἐς Ἱμέραν , ἥπερ μόνη ἐν τούτῳ τῷ μέρει τῆς Σικελίας Ἑλλὰς πόλις ἐστίν · καὶ ὡς οὐκ ἐδέχοντο αὐτούς , παρεκομίζοντο .