6.59.1 τοιούτῳ μὲν τρόπῳ δι’ ἐρωτικὴν λύπην τε ἀρχὴ τῆς ἐπιβουλῆς καὶ ἀλόγιστος τόλμα ἐκ τοῦ παραχρῆμα περιδεοῦς Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐγένετο .
6.59.2 τοῖς δ’ Ἀθηναίοις χαλεπωτέρα μετὰ τοῦτο τυραννὶς κατέστη , καὶ Ἱππίας διὰ φόβου ἤδη μᾶλλον ὢν τῶν τε πολιτῶν πολλοὺς ἔκτεινε καὶ πρὸς τὰ ἔξω ἅμα διεσκοπεῖτο , εἴ ποθεν ἀσφάλειάν τινα ὁρῴη μεταβολῆς γενομένης ὑπάρχουσάν οἱ .
6.59.3 Ἱππόκλου γοῦν τοῦ Λαμψακηνοῦ τυράννου Αἰαντίδῃ τῷ παιδὶ θυγατέρα ἑαυτοῦ μετὰ ταῦτα Ἀρχεδίκην Ἀθηναῖος ὢν Λαμψακηνῷ ἔδωκεν , αἰσθανόμενος αὐτοὺς μέγα παρὰ βασιλεῖ Δαρείῳ δύνασθαι . καὶ αὐτῆς σῆμα ἐν Λαμψάκῳ ἐστὶν ἐπίγραμμα ἔχον τόδε · " ἀνδρὸς ἀριστεύσαντος ἐν Ἑλλάδι τῶν ἐφ’ ἑαυτοῦ Ἱππίου Ἀρχεδίκην ἥδε κέκευθε κόνις , πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ’ οὖσα τυράννων παίδων τ’ οὐκ ἤρθη νοῦν ἐς ἀτασθαλίην . "
6.59.4 τυραννεύσας δὲ ἔτη τρία Ἱππίας ἔτι Ἀθηναίων καὶ παυθεὶς ἐν τῷ τετάρτῳ ὑπὸ Λακεδαιμονίων καὶ Ἀλκμεωνιδῶν τῶν φευγόντων , ἐχώρει ὑπόσπονδος ἔς τε Σίγειον καὶ παρ’ Αἰαντίδην ἐς Λάμψακον , ἐκεῖθεν δὲ ὡς βασιλέα Δαρεῖον , ὅθεν καὶ ὁρμώμενος ἐς Μαραθῶνα ὕστερον ἔτει εἰκοστῷ ἤδη γέρων ὢν μετὰ Μήδων ἐστράτευσεν .
6.60.1 ὧν ἐνθυμούμενος δῆμος τῶν Ἀθηναίων , καὶ μιμνῃσκόμενος ὅσα ἀκοῇ περὶ αὐτῶν ἠπίστατο , χαλεπὸς ἦν τότε καὶ ὑπόπτης ἐς τοὺς περὶ τῶν μυστικῶν τὴν αἰτίαν λαβόντας , καὶ πάντα αὐτοῖς ἐδόκει ἐπὶ ξυνωμοσίᾳ ὀλιγαρχικῇ καὶ τυραννικῇ πεπρᾶχθαι .