6.30.2 ξυγκατέβη δὲ καὶ ἄλλος ὅμιλος ἅπας ὡς εἰπεῖν ἐν τῇ πόλει καὶ ἀστῶν καὶ ξένων , οἱ μὲν ἐπιχώριοι τοὺς σφετέρους αὐτῶν ἕκαστοι προπέμποντες , οἱ μὲν ἑταίρους , οἱ δὲ ξυγγενεῖς , οἱ δὲ υἱεῖς , καὶ μετ’ ἐλπίδος τε ἅμα ἰόντες καὶ ὀλοφυρμῶν , τὰ μὲν ὡς κτήσοιντο , τοὺς δ’ εἴ ποτε ὄψοιντο , ἐνθυμούμενοι ὅσον πλοῦν ἐκ τῆς σφετέρας ἀπεστέλλοντο .
6.31.1 καὶ ἐν τῷ παρόντι καιρῷ , ὡς ἤδη ἔμελλον μετὰ κινδύνων ἀλλήλους ἀπολιπεῖν , μᾶλλον αὐτοὺς ἐσῄει τὰ δεινὰ ὅτε ἐψηφίζοντο πλεῖν · ὅμως δὲ τῇ παρούσῃ ῥώμῃ , διὰ τὸ πλῆθος ἑκάστων ὧν ἑώρων , τῇ ὄψει ἀνεθάρσουν . οἱ δὲ ξένοι καὶ ἄλλος ὄχλος κατὰ θέαν ἧκεν ὡς ἐπ’ ἀξιόχρεων καὶ ἄπιστον διάνοιαν . παρασκευὴ γὰρ αὕτη πρώτη ἐκπλεύσασα μιᾶς πόλεως δυνάμει Ἑλληνικῇ πολυτελεστάτη δὴ καὶ εὐπρεπεστάτη τῶν ἐς ἐκεῖνον τὸν χρόνον ἐγένετο .
6.31.2 ἀριθμῷ δὲ νεῶν καὶ ὁπλιτῶν καὶ ἐς Ἐπίδαυρον μετὰ Περικλέους καὶ αὐτὴ ἐς Ποτείδαιαν μετὰ Ἅγνωνος οὐκ ἐλάσσων ἦν · τετράκις γὰρ χίλιοι ὁπλῖται αὐτῶν Ἀθηναίων καὶ τριακόσιοι ἱππῆς καὶ τριήρεις ἑκατόν , καὶ Λεσβίων καὶ Χίων πεντήκοντα , καὶ ξύμμαχοι ἔτι πολλοὶ ξυνέπλευσαν .