5.78.1 τοῦτον μὲν τὸν λόγον προσεδέξαντο πρῶτον οἱ Ἀργεῖοι , καὶ τῶν Λακεδαιμονίων τὸ στράτευμα ἀνεχώρησεν ἐκ τῆς Τεγέας ἐπ’ οἴκου · μετὰ δὲ τοῦτο ἐπιμειξίας οὔσης ἤδη παρ’ ἀλλήλους , οὐ πολλῷ ὕστερον ἔπραξαν αὖθις οἱ αὐτοὶ ἄνδρες ὥστε τὴν Μαντινέων καὶ τὴν Ἀθηναίων καὶ Ἠλείων ξυμμαχίαν ἀφέντας Ἀργείους σπονδὰς καὶ ξυμμαχίαν ποιήσασθαι πρὸς Λακεδαιμονίους . καὶ ἐγένοντο αἵδε .
5.79.1 " καττάδε ἔδοξε τοῖς Λακεδαιμονίοις καὶ Ἀργείοις σπονδὰς καὶ ξυμμαχίαν ἦμεν πεντήκοντα ἔτη , ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις δίκας διδόντας καττὰ πάτρια · ταὶ δὲ ἄλλαι πόλιες ταὶ ἐν Πελοποννάσῳ κοινανεόντων τᾶν σπονδᾶν καὶ τᾶς ξυμμαχίας αὐτόνομοι καὶ αὐτοπόλιες , τὰν αὐτῶν ἔχοντες , καττὰ πάτρια δίκας διδόντες τὰς ἴσας καὶ ὁμοίας .
5.79.2 ὅσσοι δὲ ἔξω Πελοποννάσω Λακεδαιμονίοις ξύμμαχοί ἐντι , ἐν τοῖς αὐτοῖς ἐσσίονται τοῖσπερ καὶ τοὶ Λακεδαιμόνιοι · καὶ τοὶ τῶν Ἀργείων ξύμμαχοι ἐν τῷ αὐτῷ ἐσσίονται τῷπερ καὶ τοὶ Ἀργεῖοι , τὰν αὐτῶν ἔχοντες .
5.79.3 αἰ δέ ποι στρατείας δέῃ κοινᾶς , βουλεύεσθαι Λακεδαιμονίως καὶ Ἀργείως ὅπᾳ κα δικαιότατα κρίναντας τοῖς ξυμμάχοις .
5.79.4 αἰ δέ τινι τᾶν πολίων ἀμφίλλογα , τᾶν ἐντὸς τᾶν ἐκτὸς Πελοποννάσω , αἴτε περὶ ὅρων αἴτε περὶ ἄλλω τινός , διακριθῆμεν . αἰ δέ τις τῶν ξυμμάχων πόλις πόλι ἐρίζοι , ἐς πόλιν ἐλθῆν ἅντινα ἴσαν ἀμφοῖν ταῖς πολίεσσι δοκείοι . τὼς δὲ ἔτας καττὰ πάτρια δικάζεσθαι . "