5.71.1 ξυνιόντων δ’ ἔτι Ἆγις βασιλεὺς τοιόνδε ἐβουλεύσατο δρᾶσαι . τὰ στρατόπεδα ποιεῖ μὲν καὶ ἅπαντα τοῦτο · ἐπὶ τὰ δεξιὰ κέρατα αὐτῶν ἐν ταῖς ξυνόδοις μᾶλλον ἐξωθεῖται , καὶ περιίσχουσι κατὰ τὸ τῶν ἐναντίων εὐώνυμον ἀμφότεροι τῷ δεξιῷ , διὰ τὸ φοβουμένους προσστέλλειν τὰ γυμνὰ ἕκαστον ὡς μάλιστα τῇ τοῦ ἐν δεξιᾷ παρατεταγμένου ἀσπίδι καὶ νομίζειν τὴν πυκνότητα τῆς ξυγκλῄσεως εὐσκεπαστότατον εἶναι · καὶ ἡγεῖται μὲν τῆς αἰτίας ταύτης πρωτοστάτης τοῦ δεξιοῦ κέρως , προθυμούμενος ἐξαλλάσσειν αἰεὶ τῶν ἐναντίων τὴν ἑαυτοῦ γύμνωσιν , ἕπονται δὲ διὰ τὸν αὐτὸν φόβον καὶ οἱ ἄλλοι .
5.71.2 καὶ τότε περιέσχον μὲν οἱ Μαντινῆς πολὺ τῷ κέρᾳ τῶν Σκιριτῶν , ἔτι δὲ πλέον οἱ Λακεδαιμόνιοι καὶ Τεγεᾶται τῶν Ἀθηναίων , ὅσῳ μεῖζον τὸ στράτευμα εἶχον .
5.71.3 δείσας δὲ Ἆγις μὴ σφῶν κυκλωθῇ τὸ εὐώνυμον , καὶ νομίσας ἄγαν περιέχειν τοὺς Μαντινέας , τοῖς μὲν Σκιρίταις καὶ Βρασιδείοις ἐσήμηνεν ἐπεξαγαγόντας ἀπὸ σφῶν ἐξισῶσαι τοῖς Μαντινεῦσιν , ἐς δὲ τὸ διάκενον τοῦτο παρήγγελλεν ἀπὸ τοῦ δεξιοῦ κέρως δύο λόχους τῶν πολεμάρχων Ἱππονοΐδᾳ καὶ Ἀριστοκλεῖ ἔχουσι παρελθεῖν καὶ ἐσβαλόντας πληρῶσαι , νομίζων τῷ θ’ ἑαυτῶν δεξιῷ ἔτι περιουσίαν ἔσεσθαι καὶ τὸ κατὰ τοὺς Μαντινέας βεβαιότερον τετάξεσθαι .