5.64.3 ἐχώρουν δὲ ἐς Ὀρέσθειον τῆς Μαιναλίας · καὶ τοῖς μὲν Ἀρκάδων σφετέροις οὖσι ξυμμάχοις προεῖπον ἁθροισθεῖσιν ἰέναι κατὰ πόδας αὐτῶν ἐς Τεγέαν , αὐτοὶ δὲ μέχρι μὲν τοῦ Ὀρεσθείου πάντες ἐλθόντες , ἐκεῖθεν δὲ τὸ ἕκτον μέρος σφῶν αὐτῶν ἀποπέμψαντες ἐπ’ οἴκου , ἐν τὸ πρεσβύτερόν τε καὶ τὸ νεώτερον ἦν , ὥστε τὰ οἴκοι φρουρεῖν , τῷ λοιπῷ στρατεύματι ἀφικνοῦνται ἐς Τεγέαν . καὶ οὐ πολλῷ ὕστερον οἱ ξύμμαχοι ἀπ’ Ἀρκάδων παρῆσαν .
5.64.4 πέμπουσι δὲ καὶ ἐς τὴν Κόρινθον καὶ Βοιωτοὺς καὶ Φωκέας καὶ Λοκρούς , βοηθεῖν κελεύοντες κατὰ τάχος ἐς Μαντίνειαν . ἀλλὰ τοῖς μὲν ἐξ ὀλίγου τε ἐγίγνετο , καὶ οὐ ῥᾴδιον ἦν μὴ ἁθρόοις καὶ ἀλλήλους περιμείνασι διελθεῖν τὴν πολεμίαν ( ξυνέκλῃε γὰρ διὰ μέσου ) , ὅμως δὲ ἠπείγοντο .
5.64.5 Λακεδαιμόνιοι δὲ ἀναλαβόντες τοὺς παρόντας Ἀρκάδων ξυμμάχους ἐσέβαλον ἐς τὴν Μαντινικήν , καὶ στρατοπεδευσάμενοι πρὸς τῷ Ἡρακλείῳ ἐδῄουν τὴν γῆν .
5.65.1 οἱ δ’ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι ὡς εἶδον αὐτούς , καταλαβόντες χωρίον ἐρυμνὸν καὶ δυσπρόσοδον παρετάξαντο ὡς ἐς μάχην .
5.65.2 καὶ οἱ Λακεδαιμόνιοι εὐθὺς αὐτοῖς ἐπῇσαν · καὶ μέχρι μὲν λίθου καὶ ἀκοντίου βολῆς ἐχώρησαν , ἔπειτα τῶν πρεσβυτέρων τις Ἄγιδι ἐπεβόησεν , ὁρῶν πρὸς χωρίον καρτερὸν ἰόντας σφᾶς , ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι , δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν ἀνάληψιν βουλόμενον εἶναι .
5.65.3 δέ , εἴτε καὶ διὰ τὸ ἐπιβόημα εἴτε καὶ αὐτῷ ἄλλο τι κατὰ τὸ αὐτὸ δόξαν ἐξαίφνης , πάλιν τὸ στράτευμα κατὰ τάχος πρὶν ξυμμεῖξαι ἀπῆγεν .