5.35.7 πολλάκις δὲ καὶ πολλῶν λόγων γενομένων ἐν τῷ θέρει τούτῳ ἔπεισαν τοὺς Ἀθηναίους ὥστε ἐξαγαγεῖν ἐκ Πύλου Μεσσηνίους καὶ τοὺς ἄλλους Εἵλωτάς τε καὶ ὅσοι ηὐτομολήκεσαν ἐκ τῆς Λακωνικῆς · καὶ κατῴκισαν αὐτοὺς ἐν Κρανίοις τῆς Κεφαλληνίας .
5.35.8 τὸ μὲν οὖν θέρος τοῦτο ἡσυχία ἦν καὶ ἔφοδοι παρ’ ἀλλήλους .
5.36.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ( ἔτυχον γὰρ ἔφοροι ἕτεροι καὶ οὐκ ἐφ’ ὧν αἱ σπονδαὶ ἐγένοντο ἄρχοντες ἤδη , καί τινες αὐτῶν καὶ ἐναντίοι 〈ταῖς σπονδαῖς ) ἐλθουσῶν πρεσβειῶν ἀπὸ τῆς ξυμμαχίδος καὶ παρόντων Ἀθηναίων καὶ Βοιωτῶν καὶ Κορινθίων καὶ πολλὰ ἐν ἀλλήλοις εἰπόντων καὶ οὐδὲν ξυμβάντων , ὡς ἀπῇσαν ἐπ’ οἴκου , τοῖς Βοιωτοῖς καὶ Κορινθίοις Κλεόβουλος καὶ Ξενάρης , οὗτοι οἵπερ τῶν ἐφόρων ἐβούλοντο μάλιστα διαλῦσαι τὰς σπονδάς , λόγους ποιοῦνται ἰδίους , παραινοῦντες ὅτι μάλιστα ταῦτά τε γιγνώσκειν καὶ πειρᾶσθαι Βοιωτούς , Ἀργείων γενομένους πρῶτον αὐτοὺς ξυμμάχους , αὖθις μετὰ Βοιωτῶν Ἀργείους Λακεδαιμονίοις ποιῆσαι ξυμμάχους ( οὕτω γὰρ ἥκιστ’ ἂν ἀναγασθῆναι Βοιωτοὺς ἐς τὰς Ἀττικὰς σπονδὰς ἐσελθεῖν · ἑλέσθαι γὰρ Λακεδαιμονίους πρὸ τῆς Ἀθηναίων ἔχθρας καὶ διαλύσεως τῶν σπονδῶν Ἀργείους σφίσι φίλους καὶ ξυμμάχους γενέσθαι · τὸ γὰρ Ἄργος αἰεὶ ἠπίσταντο ἐπιθυμοῦντας τοὺς Λακεδαιμονίους καλῶς σφίσι φίλιον γενέσθαι ) , ἡγούμενοι τὸν ἔξω Πελοποννήσου πόλεμον ῥᾴω ἂν εἶναι .
5.36.2 τὸ μέντοι Πάνακτον ἐδέοντο Βοιωτοὺς ὅπως παραδώσουσι Λακεδαιμονίοις , ἵνα ἀντ’ αὐτοῦ Πύλον , ἢν δύνωνται , ἀπολαβόντες ῥᾷον καθιστῶνται Ἀθηναίοις ἐς πόλεμον .