5.33.1 Λακεδαιμόνιοι δὲ τοῦ αὐτοῦ θέρους πανδημεὶ ἐστράτευσαν , Πλειστοάνακτος τοῦ Παυσανίου Λακεδαιμονίων Βασιλέως ἡγουμένου , τῆς Ἀρκαδίας ἐς Παρρασίους , Μαντινέων ὑπηκόους ὄντας , κατὰ στάσιν ἐπικαλεσαμένων σφᾶς , ἅμα δὲ καὶ τὸ ἐν Κυψέλοις τεῖχος ἀναιρήσοντες , ἢν δύνωνται , ἐτείχισαν Μαντινῆς καὶ αὐτοὶ ἐφρούρουν , ἐν τῇ Παρρασικῇ κείμενον ἐπὶ τῇ Σκιρίτιδι τῆς Λακωνικῆς .
5.33.2 καὶ οἱ μὲν Λακεδαιμόνιοι τὴν γῆν τῶν Παρρασίων ἐδῄουν , οἱ δὲ Μαντινῆς τὴν πόλιν Ἀργείοις φύλαξι παραδόντες αὐτοὶ τὴν ξυμμαχίδα ἐφρούρουν · ἀδύνατοι δ’ ὄντες διασῶσαι τό τε ἐν Κυψέλοις τεῖχος καὶ τὰς ἐν Παρρασίοις πόλεις ἀπῆλθον .
5.33.3 Λακεδαιμόνιοι δὲ τούς τε Παρρασίους αὐτονόμους ποιήσαντες καὶ τὸ τεῖχος καθελόντες ἀνεχώρησαν ἐπ’ οἴκου .
5.34.1 καὶ τοῦ αὐτοῦ θέρους ἤδη ἡκόντων αὐτοῖς τῶν ἀπὸ Θρᾴκης μετὰ Βρασίδου ἐξελθόντων στρατιωτῶν , οὓς Κλεαρίδας μετὰ τὰς σπονδὰς ἐκόμισεν , οἱ Λακεδαιμόνιοι ἐψηφίσαντο τοὺς μὲν μετὰ Βρασίδου Εἵλωτας μαχεσαμένους ἐλευθέρους εἶναι καὶ οἰκεῖν ὅπου ἂν βούλωνται , καὶ ὕστερον οὐ πολλῷ αὐτοὺς μετὰ τῶν νεοδαμωδῶν ἐς Λέπρεον κατέστησαν , κείμενον ἐπὶ τῆς Λακωνικῆς καὶ τῆς Ἠλείας , ὄντες ἤδη διάφοροι Ἠλείοις ·
5.34.2 τοὺς δ’ ἐκ τῆς νήσου ληφθέντας σφῶν καὶ τὰ ὅπλα παραδόντας , δείσαντες μή τι διὰ τὴν ξυμφορὰν νομίσαντες ἐλασσωθήσεσθαι καὶ ὄντες ἐπίτιμοι νεωτερίσωσιν , ἤδη καὶ ἀρχάς τινας ἔχοντας ἀτίμους ἐποίησαν , ἀτιμίαν δὲ τοιάνδε ὥστε μήτε ἄρχειν μήτε πριαμένους τι πωλοῦντας κυρίους εἶναι . ὕστερον δὲ αὖθις χρόνῳ ἐπίτιμοι ἐγένοντο .
5.35.1 τοῦ δ’ αὐτοῦ θέρους καὶ Θυσσὸν τὴν ἐν τῇ Ἄθω Ἀκτῇ Διῆς εἷλον , Ἀθηναίων οὖσαν ξύμμαχον .