5.30.2 Κορίνθιοι δὲ παρόντων σφίσι τῶν ξυμμάχων ὅσοι οὐδ’ αὐτοὶ ἐδέξαντο τὰς σπονδάς ( παρεκάλεσαν δὲ αὐτοὺς αὐτοὶ πρότερον ) , ἀντέλεγον τοῖς Λακεδαιμονίοις , μὲν ἠδικοῦντο οὐ δηλοῦντες ἄντικρυς , ὅτι οὔτε Σόλλιον σφίσιν ἀπέλαβον παρ’ Ἀθηναίων οὔτε Ἀνακτόριον εἴ τέ τι ἄλλο ἐνόμιζον ἐλασσοῦσθαι , πρόσχημα δὲ ποιούμενοι τοὺς ἐπὶ Θρᾴκης μὴ προδώσειν · ὀμόσαι γὰρ αὐτοῖς ὅρκους ἰδίᾳ τε , ὅτε μετὰ Ποτειδεατῶν τὸ πρῶτον ἀφίσταντο , καὶ ἄλλους ὕστερον .
5.30.3 οὔκουν παραβαίνειν τοὺς τῶν ξυμμάχων ὅρκους ἔφασαν οὐκ ἐσιόντες ἐς τὰς τῶν Ἀθηναίων σπονδάς · θεῶν γὰρ πίστεις ὀμόσαντες ἐκείνοις οὐκ ἂν εὐορκεῖν προδιδόντες αὐτούς . εἰρῆσθαι δ’ ὅτι " ἢν μὴ θεῶν ἡρώων κώλυμα · φαίνεσθαι οὖν σφίσι κώλυμα θεῖον τοῦτο .
5.30.4 καὶ περὶ μὲν τῶν παλαιῶν ὅρκων τοσαῦτα εἶπον , περὶ δὲ τῆς Ἀργείων ξυμμαχίας μετὰ τῶν φίλων βουλευσάμενοι ποιήσειν ὅτι ἂν δίκαιον .
5.30.5 καὶ οἱ μὲν Λακεδαιμονίων πρέσβεις ἀνεχώρησαν ἐπ’ οἴκου · ἔτυχον δὲ παρόντες ἐν Κορίνθῳ καὶ Ἀργείων πρέσβεις , οἳ ἐκέλευον τοὺς Κορινθίους ἰέναι ἐς τὴν ξυμμαχίαν καὶ μὴ μέλλειν · οἱ δὲ ἐς τὸν ὕστερον ξύλλογον αὐτοῖς τὸν παρὰ σφίσι προεῖπον ἥκειν .
5.31.1 ἦλθε δὲ καὶ Ἠλείων πρεσβεία εὐθὺς καὶ ἐποιήσατο πρὸς Κορινθίους ξυμμαχίαν πρῶτον , ἔπειτα ἐκεῖθεν ἐς Ἄργος ἐλθόντες , καθάπερ προείρητο , Ἀργείων ξύμμαχοι ἐγένοντο . διαφερόμενοι γὰρ ἐτύγχανον τοῖς Λακεδαιμονίοις περὶ Λεπρέου .