5.26.5 ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ αἰσθανόμενός τε τῇ ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην , ὅπως ἀκριβές τι εἴσομαι · καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν ἐς Ἀμφίπολιν στρατηγίαν , καὶ γενομένῳ παρ’ ἀμφοτέροις τοῖς πράγμασι , καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίων διὰ τὴν φυγήν , καθ’ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι .
5.26.6 τὴν οὖν μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν καὶ τὰ ἔπειτα ὡς ἐπολεμήθη ἐξηγήσομαι .
5.27.1 ἐπειδὴ γὰρ αἱ πεντηκοντούτεις σπονδαὶ ἐγένοντο καὶ ὕστερον ξυμμαχία , καὶ αἱ ἀπὸ τῆς Πελοποννήσου πρεσβεῖαι , αἵπερ παρεκλήθησαν ἐς αὐτά , ἀνεχώρουν ἐκ τῆς Λακεδαίμονος ·
5.27.2 καὶ οἱ μὲν ἄλλοι ἐπ’ οἴκου ἀπῆλθον , Κορίνθιοι δὲ ἐς Ἄργος τραπόμενοι πρῶτον λόγους ποιοῦνται πρός τινας τῶν ἐν τέλει ὄντων Ἀργείων ὡς χρή , ἐπειδὴ Λακεδαιμόνιοι οὐκ ἐπ’ ἀγαθῷ , ἀλλ’ ἐπὶ καταδουλώσει τῆς Πελοποννήσου σπονδὰς καὶ ξυμμαχίαν πρὸς Ἀθηναίους τοὺς πρὶν ἐχθίστους πεποίηνται , ὁρᾶν τοὺς Ἀργείους ὅπως σωθήσεται Πελοπόννησος καὶ ψηφίσασθαι τὴν βουλομένην πόλιν τῶν Ἑλλήνων , ἥτις αὐτόνομός τέ ἐστι καὶ δίκας ἴσας καὶ ὁμοίας δίδωσι , πρὸς Ἀργείους ξυμμαχίαν ποιεῖσθαι ὥστε τῇ ἀλλήλων ἐπιμαχεῖν , ἀποδεῖξαι δὲ ἄνδρας ὀλίγους ἀρχὴν αὐτοκράτορας καὶ μὴ πρὸς τὸν δῆμον τοὺς λόγους εἶναι , τοῦ μὴ καταφανεῖς γίγνεσθαι τοὺς μὴ πείσαντας τὸ πλῆθος · ἔφασαν δὲ πολλοὺς προσχωρήσεσθαι μίσει τῶν Λακεδαιμονίων .
5.27.3 καὶ οἱ μὲν Κορίνθιοι διδάξαντες ταῦτα ἀνεχώρησαν ἐπ’ οἴκου ·