5.12.1 καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους τοῦ θέρους τελευτῶντος Ῥαμφίας καὶ Αὐτοχαρίδας καὶ Ἐπικυδίδας Λακεδαιμόνιοι ἐς τὰ ἐπὶ Θρᾴκης χωρία βοήθειαν ἦγον ἐνακοσίων ὁπλιτῶν , καὶ ἀφικόμενοι ἐς Ἡράκλειαν τὴν ἐν Τραχῖνι καθίσταντο ὅτι αὐτοῖς ἐδόκει μὴ καλῶς ἔχειν .
5.12.2 ἐνδιατριβόντων δὲ αὐτῶν ἔτυχεν μάχη αὕτη γενομένη , καὶ τὸ θέρος ἐτελεύτα .
5.13.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος εὐθὺς μέχρι μὲν Πιερίου τῆς Θεσσαλίας διῆλθον οἱ περὶ τὸν Ῥαμφίαν , κωλυόντων δὲ τῶν Θεσσαλῶν καὶ ἅμα Βρασίδου τεθνεῶτος , ᾧπερ ἦγον τὴν στρατιάν , ἀπετράποντο ἐπ’ οἴκου , νομίσαντες οὐδένα καιρὸν ἔτι εἶναι τῶν τε Ἀθηναίων ἥσσῃ ἀπεληλυθότων καὶ οὐκ ἀξιόχρεων αὐτῶν ὄντων δρᾶν τι ὧν κἀκεῖνος ἐπενόει .
5.13.2 μάλιστα δὲ ἀπῆλθον εἰδότες τοὺς Λακεδαιμονίους , ὅτε ἐξῇσαν , πρὸς τὴν εἰρήνην μᾶλλον τὴν γνώμην ἔχοντας .
5.14.1 ξυνέβη τε εὐθὺς μετὰ τὴν ἐν Ἀμφιπόλει μάχην καὶ τὴν Ῥαμφίου ἀναχώρησιν ἐκ Θεσσαλίας ὥστε πολέμου μὲν μηδὲν ἔτι ἅψασθαι μηδετέρους , πρὸς δὲ τὴν εἰρήνην μᾶλλον τὴν γνώμην εἶχον , οἱ μὲν Ἀθηναῖοι πληγέντες ἐπί τε τῷ Δηλίῳ καὶ δι’ ὀλίγου αὖθις ἐν Ἀμφιπόλει , καὶ οὐκ ἔχοντες τὴν ἐλπίδα τῆς ῥώμης πιστὴν ἔτι , ᾗπερ οὐ προσεδέχοντο πρότερον τὰς σπονδάς , δοκοῦντες τῇ παρούσῃ εὐτυχίᾳ καθυπέρτεροι γενήσεσθαι ·
5.14.2 καὶ τοὺς ξυμμάχους ἅμα ἐδέδισαν σφῶν μὴ διὰ τὰ σφάλματα ἐπαιρόμενοι ἐπὶ πλέον ἀποστῶσι , μετεμέλοντό τε ὅτι μετὰ τὰ ἐν Πύλῳ καλῶς παρασχὸν οὐ ξυνέβησαν ·