5.3.1 βοηθήσαντες δὲ ἐς αὐτὸ Πασιτελίδας τε Λακεδαιμόνιος ἄρχων καὶ παροῦσα φυλακὴ προσβαλόντων τῶν Ἀθηναίων ἠμύνοντο . καὶ ὡς ἐβιάζοντο καὶ αἱ νῆες ἅμα περιέπλεον 〈αἱ〉 ἐς τὸν λιμένα περιπεμφθεῖσαι , δείσας Πασιτελίδας μὴ αἵ τε νῆες φθάσωσι λαβοῦσαι ἐρῆμον τὴν πόλιν καὶ τοῦ τειχίσματος ἁλισκομένου ἐγκαταληφθῇ , ἀπολιπὼν αὐτὸ δρόμῳ ἐχώρει ἐς τὴν πόλιν .
5.3.2 οἱ δὲ Ἀθηναῖοι φθάνουσιν οἵ τε ἀπὸ τῶν νεῶν ἑλόντες τὴν Τορώνην καὶ πεζὸς ἐπισπόμενος αὐτοβοεὶ κατὰ τὸ διῃρημένον τοῦ παλαιοῦ τείχους ξυνεσπεσών . καὶ τοὺς μὲν ἀπέκτειναν τῶν Πελοποννησίων καὶ Τορωναίων εὐθὺς ἐν χερσί , τοὺς δὲ ζῶντας ἔλαβον , καὶ Πασιτελίδαν τὸν ἄρχοντα .
5.3.3 Βρασίδας δὲ ἐβοήθει μὲν τῇ Τορώνῃ , αἰσθόμενος δὲ καθ’ ὁδὸν ἑαλωκυῖαν ἀνεχώρησεν , ἀποσχὼν τεσσαράκοντα μάλιστα σταδίους μὴ φθάσαι ἐλθών .
5.3.4 δὲ Κλέων καὶ οἱ Ἀθηναῖοι τροπαῖά τε ἔστησαν δύο , τὸ μὲν κατὰ τὸν λιμένα , τὸ δὲ πρὸς τῷ τειχίσματι , καὶ τῶν Τορωναίων γυναῖκας μὲν καὶ παῖδας ἠνδραπόδισαν , αὐτοὺς δὲ καὶ Πελοποννησίους καὶ εἴ τις ἄλλος Χαλκιδέων ἦν , ξύμπαντας ἐς ἑπτακοσίους , ἀπέπεμψαν ἐς τὰς Ἀθήνας · καὶ αὐτοῖς τὸ μὲν Πελοποννήσιον ὕστερον ἐν ταῖς γενομέναις σπονδαῖς ἀπῆλθε , τὸ δὲ ἄλλο ἐκομίσθη ὑπ’ Ὀλυνθίων , ἀνὴρ ἀντ’ ἀνδρὸς λυθείς .
5.3.5 εἷλον δὲ καὶ Πάνακτον Ἀθηναίων ἐν μεθορίοις τεῖχος Βοιωτοὶ ὑπὸ τὸν αὐτὸν χρόνον προδοσίᾳ .
5.3.6 καὶ μὲν Κλέων φυλακὴν καταστησάμενος τῆς Τορώνης ἄρας περιέπλει τὸν Ἄθων ὡς ἐπὶ τὴν Ἀμφίπολιν .