4.118.4 περὶ μὲν οὖν τούτων ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις κατὰ ταῦτα · τάδε δὲ ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις ἐὰν σπονδὰς ποιῶνται οἱ Ἀθηναῖοι , ἐπὶ τῆς αὐτῶν μένειν ἑκατέρους ἔχοντας ἅπερ νῦν ἔχομεν , τοὺς μὲν ἐν τῷ Κορυφασίῳ ἐντὸς τῆς Βουφράδος καὶ τοῦ Τομέως μένοντας , τοὺς δὲ ἐν Κυθήροις μὴ ἐπιμισγομένους ἐς τὴν ξυμμαχίαν , μήτε ἡμᾶς πρὸς αὐτοὺς μήτε αὐτοὺς πρὸς ἡμᾶς , τοὺς δ’ ἐν Νισαίᾳ καὶ Μινῴᾳ μὴ ὑπερβαίνοντας τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν παρὰ τοῦ Νίσου ἐπὶ τὸ Ποσειδώνιον , ἀπὸ δὲ τοῦ Ποσειδωνίου εὐθὺς ἐπὶ τὴν γέφυραν τὴν ἐς Μινῴαν ( μηδὲ Μεγαρέας καὶ τοὺς ξυμμάχους ὑπερβαίνειν τὴν ὁδὸν ταύτην ) καὶ τὴν νῆσον , ἥνπερ ἔλαβον οἱ Ἀθηναῖοι , ἔχοντας , μηδὲ ἐπιμισγομένους μηδετέρους μηδετέρωσε , καὶ τὰ ἐν Τροιζῆνι , ὅσαπερ νῦν ἔχουσι , καθ’ ξυνέθεντο πρὸς Ἀθηναίους ·
4.118.5 καὶ τῇ θαλάσσῃ χρωμένους , ὅσα ἂν κατὰ τὴν ἑαυτῶν καὶ κατὰ τὴν ξυμμαχίαν , Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους πλεῖν μὴ μακρᾷ νηί , ἄλλῳ δὲ κωπήρει πλοίῳ , ἐς πεντακόσια τάλαντα ἄγοντι μέτρα .
4.118.6 κήρυκι δὲ καὶ πρεσβείᾳ καὶ ἀκολούθοις , ὁπόσοις ἂν δοκῇ , περὶ καταλύσεως τοῦ πολέμου καὶ δικῶν ἐς Πελοπόννησον καὶ Ἀθήναζε σπονδὰς εἶναι ἰοῦσι καὶ ἀπιοῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν .
4.118.7 τοὺς δὲ αὐτομόλους μὴ δέχεσθαι ἐν τούτῳ τῷ χρόνῳ , μήτε ἐλεύθερον μήτε δοῦλον , μήτε ὑμᾶς μήτε ἡμᾶς .