4.114.4 τὸ δὲ κήρυγμα ποιήσασθαι τούτου ἕνεκα τοῖς παρ’ Ἀθηναίους καταπεφευγόσιν , ὡς ἡγούμενος οὐδὲν χείρους τῇ ἐκείνων φιλία · οὐδ’ ἂν σφῶν πειρασαμένους αὐτοὺς [ τῶν Λακεδαιμονίων ] δοκεῖν ἧσσον , ἀλλὰ πολλῷ μᾶλλον , ὅσῳ δικαιότερα πράσσουσιν , εὔνους ἂν σφίσι γενέσθαι , ἀπειρίᾳ δὲ νῦν πεφοβῆσθαι .
4.114.5 τούς τε πάντας παρασκευάζεσθαι ἐκέλευεν ὡς βεβαίους τε ἐσομένους ξυμμάχους καὶ τὸ ἀπὸ τοῦδε ἤδη ὅτι ἂν ἁμαρτάνωσιν αἰτίαν ἕξοντας · τὰ δὲ πρότερα οὐ σφεῖς ἀδικεῖσθαι , ἀλλ’ ἐκείνους μᾶλλον ὑπ’ ἄλλων κρεισσόνων , καὶ ξυγγνώμην εἶναι εἴ τι ἠναντιοῦντο .
4.115.1 καὶ μὲν τοιαῦτα εἰπὼν καὶ παραθαρσύνας διελθουσῶν τῶν σπονδῶν τὰς προσβολὰς ἐποιεῖτο τῇ Ληκύθῳ · οἱ δὲ Ἀθηναῖοι ἠμύνοντό τε ἐκ φαύλου τειχίσματος καὶ ἀπ’ οἰκιῶν ἐπάλξεις ἐχουσῶν ,
4.115.2 καὶ μίαν μὲν ἡμέραν ἀπεκρούσαντο · τῇ δ’ ὑστεραίᾳ μηχανῆς μελλούσης προσάξεσθαι αὐτοῖς ἀπὸ τῶν ἐναντίων , ἀφ’ ἧς πῦρ ἐνήσειν διενοοῦντο ἐς τὰ ξύλινα παραφράγματα , καὶ προσιόντος ἤδη τοῦ στρατεύματος , ᾤοντο μάλιστα αὐτοὺς προσκομιεῖν τὴν μηχανὴν καὶ ἦν ἐπιμαχώτατον , πύργον ξύλινον ἐπ’ οἴκημα ἀντέστησαν , καὶ ὕδατος ἀμφορέας πολλοὺς καὶ πίθους ἀνεφόρησαν καὶ λίθους μεγάλους , ἄνθρωποί τε πολλοὶ ἀνέβησαν .
4.115.3 τὸ δὲ οἴκημα λαβὸν μεῖζον ἄχθος ἐξαπίνης κατερράγη καὶ ψόφου πολλοῦ γενομένου τοὺς μὲν ἐγγὺς καὶ ὁρῶντας τῶν Ἀθηναίων ἐλύπησε μᾶλλον ἐφόβησεν , οἱ δὲ ἄπωθεν , καὶ μάλιστα οἱ διὰ πλείστου , νομίσαντες ταύτῃ ἑαλωκέναι ἤδη τὸ χωρίον , φυγῇ ἐς τὴν θάλασσαν καὶ τὰς ναῦς ὥρμησαν .